Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἔβλεπέ τε οὖν με οὐχ ὡς ἥδιστα ὁ Φῆστος καὶ ὡς περὶ κακοῦ τοὺς λόγους ἐποιεῖτο καὶ ὁπόσα ἐξῆν, ἔπληττε. καί ποτε θέατρον μέν μοι συνείλεκτο, λῦσαι δὲ τοῦτο πειρώμενος ἐπὶ γράμματα βασίλεια τοὺς καθη- μένους ἐκάλει, ὡς δὴ ἐπὶ τῷ τέλει τῆς ἀναγνώσεως ἐξελῶν, καὶ ὑπογραφεῖς ἅμα παρῆσαν γραψόμενοι τὰ τῶν οὐκ ἀναπηδώντων ὀνόματα· | ᾤετο γάρ με μα- [*](R 105) χεῖσθαί τε καὶ οὐκ ἐπιτρέψειν ἀπελθεῖν, τὸ δὲ ἀρκέσειν εἰς θάνατον. ἐνταῦθα οἱ μὲν ὑπ’ ἀνάγκης ἐξῄεσαν πολλάκις μεταστρεφόμενοι πρὸς ἐμέ τε καὶ τὰ ῥηθη- σόμενα, οἷς δὲ ἐξῆν ἀκούειν, ἤκουον, ποθοῦντες δὲ τὴν οὐχ ἑκοῦσαν οἰχομένην μοῖραν.