Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἦττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ [*](R 83) δρωμένων | καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡγη- σάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει.

μόλις δ’ οὖν ποτε αὑτὸν ἀναλαβὼν καὶ τὸ πολλὰ κατηναγκάσθαι πράττειν αἰτιασάμενος, ἐπειδὴ καλῶν μὲν ἐπ’ ἄριστον ἤκουσεν, ὡς δειπνοίην, καλῶν δὲ ἐπὶ δεῖπνον ἤκουσεν, ὡς καὶ τοῦτο ἐξὸν ποιεῖν ἡ κεφαλὴ κωλύοι, σὺ δ’ ἀλλὰ θαμίζειν ἡμῖν, ἔφη. καλοῦντός γε, ἔφην· ἄλλως δὲ οὐκ ἐνοχλήσειν. ὁ δὲ πείθεταί τε καὶ οὕτως ἐποίει.

αἱ δὲ συνουσίαι λόγους τε ἡμῖν τοὺς ὑπὲρ λόγων εἶχον καὶ ἐπαίνους τῶν εὖ πραττομένων ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν [*](11 Arist. Eth. Nic. V 8 15 Plat. Rep. I 328 C) [*](16 ἀντὶ τοῦ θάμιζε· τῶν Ἀττικῶν· καὶ Σοφοκλῆς· τότ’ ἤδη φάσκειν ἐμὲ μαντικῇ μηδὲν φρονεῖν· (= Oed. R. 461) καὶ συχνοὶ δὲ ῥήτορες V) [*](6 πρίσκιος Ferr | ὁ ἠπειρώτης L Ferr in marg Mor 7 πλη- μελεῖσθαι VL 10 διηπόρει τότε Mor τε] γε Β | ἔπιπεν Α Mor 12 αὑτὸν ex αὐτὸν corr Cn αὐτὸν ABL Ferr 14 ἤκουεν VL | μόνον δειπνοίην? | ἤκουεν VL 15 κωλύει V | δὲ CP 16 ἄλλῃ vel ἄλλοτε? | λ in καλοῦντος in ras Β2 11 τε om Β 19 ω in λόγων corr m. rec. (p) ex ο et denuo m. poster. (n) corr in o C 20 μέμψιν V)

143
οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς, καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν | τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχὴν, [*](R 84) ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ.

διὰ τοῦτο καὶ τὴν ὑπὲρ τῆς βουλῆς παρρησίαν ὑπέμενεν, ὅτε ἡ γῆ μὲν οὐδὲν ἐδεδώκει στερηθεῖσα τοῦ ἄνωθεν ὕδατος, ὁ | δὲ [*](R 85) ἠξίου γέμειν τε ὠνίων τὴν ἀγορὰν καὶ μένειν ἐντὸς ὄρων οὓς ἔστησε ταῖς τιμαῖς· δαίμων δὲ ἄρα ταῦτα ἠνάγκαζε φθονερὸς ὤσων εἰς ὅπερ αὖ καὶ τέλος τὰ πράγματα ἔωσε. τότε οὖν ὁ μὲν ᾠδει καὶ μάχεσθαι τοῖς ἑαυτοῦ βουλήμασι τοὺς βουλευτὰς ἐβόα, κόλακός δὲ ἔνθεν καὶ ἔνθεν παρεστηκότες ἐρρίπιζον τὸν θυ- μόν, ἐγὼ δὲ οὐδὲν τρέσας, τὴν δὲ τοῦ πράγματος ἐξετάζων φύσιν διετεινόμην ἀδικοῦσάν τε οὐδὲν ἀπέ- [*](2 or XIV t. | 424—450 R. ep. 1039 τὸ δὲ δοθὲν ἐκεῖνο τὸ μικρὸν Ἀριστοφάνει ἔργον ἦν λόγου τινός, οὐκ ἐμὴ δέησις 4 ep. 1039 οὐδ’ ὅσα ἦν ἐκεῖ τῶν παππῴων μοι οὐδ’ αὐτὸς ἠξίουν ἀπολαβεῖν) [*](14 σημείωσαι τιμήματα τῶν ὠνίων δηλονότι Α ἤγουν ἤτοι Ρ om C) τοῖς τιμήμασι τῶν ὠνίων δηλονότι (om ΡΒ) CP3B) [*](3 οὐ reposui e L Ferr in marg Mor 3 τούτῳ? cf. Sievers ρ. 97 4 οὐδὲ VL 5 VL γρ. Mor in marg 7 ἀπο- κρύψει scripsi ἀποκρύψαι libri edd 8 αὐτοῦ libri edd 9 αὑτὸν PBVL 11 ὑπέμεινεν? | ὅτι V 15 ὤσων scripsi ὠθῶν libri edd | αὖ scripsi e VL ἂν ACPB edd 16 τότ’ V 17 αὐτοῦ V 20 ἀπέφηνα L)

144
φαῖνον τὴν βουλήν. καίτοι τις τῶν καθημένων πα- ραρρεῖν τὸν Ὀρόντην ἔφασκε τῷ ποταμῷ με φοβῶν, ἀναξίοις ἀπειλαῖς τὴν βασιλείαν ὑβρίζων. ὁ δὲ οὕτως ἦν ὡς ἀληθῶς ἀγαθός, ὥστε κρατῆσαι μὲν ἐπεχείρησεν, ἡττηθεὶς δὲ οὐκ ἐμίσησε.

μᾶλλον μὲν οὖν ἢ πρόσθεν ἠγάπησεν ὑπὲρ πατρίδος ὥσπερ ὅπλα θέμενον τοὺς λόγους, ὕπατον δὲ αὑτὸν ἀποδεικνὺς αἰσθανόμε- νός τε τῶν τε ἤδη παρόντων τῶν τε ἡξόντων μυρίους σὺν ᾠδαῖς σφίσι παραστησομένων κελεύει μοι τιμῆσαι λόγῳ τὴν ἑορτὴν· ἐγὼ δὲ ἑτέρων εἶναι τοὖργον εἰπὼν κατὰ θατέραν φωνὴν οὐκ ἤργουν, ὡς μηδένα μηδὲν ἱερὸν δόξαι λέγειν, μηδ’ ὃς λαμπρῶν ἀπολελαύκει θο- [*](R 86 †) ρύβων.

καί πως συμβαίνει ἐν τῷ | προτέρῳ λόγῳ τύχης, οἶμαι, τινὸς τοὺς αὖθις βοηθησομένους τε καὶ χαριουμένους ἑτέρωσε πεμψάσης· οἷς ἐλυσιτέλει μὴ τἀμὰ διαβάλλειν· ὁ δὲ αὑτὸν μὲν ἔνδον οὐδενὸς ἐπαινοῦντος ἐπῄνει, δευτέρῳ τούτῳ παρέχων ἀφορμὴν γέλωτι, τοὺς δὲ ἐπ’ αὐτῷ γελάσαντας οὐκ ἀνίει λοιδο- ρῶν, οἱ δ’ ἂν] αὖθις ἐγέλων, καὶ τὸ δι’ ἀπάτης πο- ρισθὲν ἐξεκέχυτό οἱ <οὐ> φωραθὲν ἄν, εἰ τοσοῦτόν γε [*](6 1.70. Leocr. 43 10 or. XII t. I 366—404 R) [*](1 τίς ABVL 2 τὴν ACP | Ὀρρόντην L 6 ἢ καὶ πρό- σθεν Ferr in marg Mor 6 θέμενον corr e θέμενοσ Cn 7 αὐτὸν BL | αἰσθόμενος supra αἰσθανόμενος Ρ3 8 τε alterum om Β 9 παραστησομένων scripsi auctore Re παραστησομέ- νους libri edd | με V 10 θάτερον ante ἑτέρων inserendum puto coll I 529, 1 R | ἑτέρων corr ex ἕτερον Cn 11 κατὰ θατέραν scripsi coll. | 400, 9 R καθ’ ἑκατέραν ACPBL edd καθ’ ἑτέραν V 13 συμβαίνειν Β | ἐν del Wyttenb 14 χης δ’ οἶμαι Wyttenb | αὑτοῖς Re Anim | βοησομένους BVL γρ. Μορ in marg 15 post πεμψάσης lacunam statuit Re totus locus labem contraxit | οὓς L 16 δὴ Wyttenb | αὑτὸν Re αὐτὸν libri edd 19 ἂν uncis inclusi 20 οὐ inserui aucto- ribus Re et Wyttenb | γε οὐκ V)

145
ἠπίστατο, ὅτι δόξαν οὐχὶ δικαίαν ἡσυχίᾳ φυλάττειν δύναιτο ἄν.

οἱ μὲν δὴ ἀλλήλοις εἰς παραμυθίαν ἤρκουν, ὡς δὲ ἀπέδυν ὕστατος αὐτοῦ τοῦ βασι- λέως, ὅπως ὅτι πλεῖστοι | συνέλθοιεν, φροντίσαντος, [*](R 87) τὸν Ἑρμῆν ἔφησαν τοῦ θεράποντος κηδόμενον τῇ ῥάβδῳ κινεῖν τῶν ἀκροωμένων ἕκαστον, ὅπως μηδ’ ὁτιοῦν ὄνομα θαύματος ἄμοιρον ἀπέλθῃ. βασιλεὺς δὲ τὰ πρῶτα μὲν τῇ διὰ τῆς μορφῆς ἡδονῇ μηνυομένῃ συνετέλει, ἔπειτα τῷ μέλλειν ἀναπηδᾶν, ἔπειτα, οὐ γὰρ δὴ κατεῖχεν αὑτὸν καὶ σφόδρα πειρώμενος, ἥλατο μὲν ἐκ τοῦ θρόνου, τῆς χλαμύδος δὲ ὁπόσον ἐξῆν, ταῖν χεροῖν ἀνεπέτασεν, ὡς μὲν ἂν εἴποι τις τουτωνὶ τῶν ἀγγάρων, ἐκφερόμενος τοῦ σχήματος, ὡς δ’ ἂν ἀνὴρ εὖ εἰδώς, οἷς ἂν σεμνὴ βασιλεία γένοιτο, ἄρα ἐν [*](14) τοῖς προσήκουσι μένων· | τί γὰρ δὴ βασιλικώτερον [*](R 88) τοῦ βασιλέως ψυχὴν πρὸς κάλλη λόγων ἀνίστασθαι;

τῷ δὲ οὐδὲ ἄλλως οἷόν τ’ ἦν μὴ τὰ τοιαῦτα πά- σχειν, πατρὶ πολλῶν λόγων πρό τε δὴ τῆς ἀρχῆς καὶ ἐν αὐτῇ γεγενημένῳ· αἱ γὰρ ἀγρυπνίαι τοῦ βασιλέως ἡμῖν λόγους ἐποίουν ἤδη, καὶ μᾶλλον ἑτέρων ὑπὸ τῆς ἐν αὐτοῖς ὥρας οὐδὲν ὅ,τι οὐκ ἔδρα.

[*](1 φυλάττειν reposui e libris e Ferr διαφυλάττειν Ferr in marg Mor Re 5 ἔφασαν V 8 ταπρῶτα BV 9 τῷ μέλλοντι ἀναπηδᾶν inser Ferr in marg Re uncis inclusit Mor μέλλειν scripsi e libris | ἔπειτα] ἔτι δὲ? ἔπειτα alterum inserui e libris 10 δὴ scripsi auctore Re („aut μοι aut δὴ“) μὴ ACPBL edd om V | κατεῖχε ACPB edd | αὑτὸν om ACPB Ferr αὐτὸν Ferr in marg Mor uncis inclusit Re 13 ἀγροίκων? De Gre- gorio Naz. cogitat Wyttenb. 14 σεμνὴ ἡ β. C | ἄρα defen- dit Wyttenb (nimirum) κάρτα aut ἀραρότως“ Re num πάν- τα? 17 οὐδὲ om Β | τὰ om Β 18 ει in πάσχειν in ras C2 19 η αὐτῆι αὐτῆι corr ex ω Cf αὑτῷ Ferr ἀρχὴ Ferr in marg Mor 20 ἤδη] ᾖ δὴ Re Anim 21 ὅτι Β | ἱδρῶν coni Re)
146

131. Τὸν δὴ ἐντεῦθεν μέχρι τῆς ἐπὶ Πέρσας ἐξόδου χρόνον τοῖς μὲν ἄλλοις ἄλλ’ ἄττα, πλέον δὲ ἐμοὶ παρ’ ἐκείνου τὸ φίλτρον, καὶ διετέλει δὴ λέγων, [*](4) ὅτι δώσω σοι δῶρον ἐξελαύνων, ὃ οὐκ ἂν ὥσπερ [*](R 89) τἄλλα φύγοις. δεδειπνηκότες | οὖν, ἐβιάσθην γὰρ παρ’ αὐτοῦ, ὦ ἄνθρωπε, φησίν, ὥρα σοι τὸ δῶρον δέχεσθαι. καὶ ἐγὼ μὲν οὐκ εἶχον, ὅ,τι αὖ τοῦτό ἐστιν, εἰκάσαι· ὁδὲ δοκεῖς μοι, φησίν, εἰς μὲν τορας κατὰ τοὺς λόγους τελεῖν, ἀπὸ δὲ τῶν ἔργων ἐν φιλοσόφοις γεγράφθαι. καὶ ἥσθην εἰπόντος, ὥσπερ ὁ Λυκοῦργος ἐπὶ τοῖς εἰς αὐτὸν παρὰ τοῦ θεοῦ· καὶ γὰρ ταῦτα ὑπὸ τοῦ θεοῖς συνοικοῦντος εἴρητο.

προπεμπούσης δὲ τῆς βουλῆς καὶ δεομέ- νων ἀφεῖσθαι τὰ ἐγκλήματα, Ταρσοῖς, πόλει Κιλίκων, δώσειν αὑτὸν εἰπών, ἢν ὁ θεὸς ἀποσώζῃ, καίτοι | [*](R 90) μοι δῆλον, ἔφη, τὸ πρὸς ταῦτα γενησόμενον, ὡς ἐν πρεσβεύσοντι τὰς ἐλπίδας ἔχετε, τὸν [*](11 Her. I 65. Plut. Lyc 5, 3 14 I 482, 18 R. Amm. XXIII 2, 5) [*](11 ἀπελθόντος Λυκούργου ἐς Δελφοὺς τοιαῦτά τινα παρὰ τοῦ θεοῦ ἤκουσεν· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ νηὸν νηὸν ἀνιών, | Δι·ὶ· φίλος καὶ πᾶσιν Ὁλύμπια δώματ’ ἔχουσιν, δίζω ἤ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα Ρ2 17 πρεσβεύων ἤτοι ἀποκρισιά- ριος ἀποστέλλομαι, διαπρεσβεύεται δὲ πρὸς τούσδε ἢ τούσδε. ἤτοι βασιλεὺς· ἀποστέλλει πρέσβιν εἰς Ἀθήνας ἢ ἑτέρωσε V) [*](2 ἀλλ᾿ ACP | ἅττα CV | δ’ VL 3 ἐκεῖνον ex ἐκεῖνον P2 ἐκείνου ex ἐκεῖνο Α2 ἐκεῖνον Ferr Mor, quod corr Re 5 φύ- γοις scripsi auctoribus Re et Cobeto Mnem. III 250 φύγοιμι libri edd | δυνδεδειπνηκότι Cobet, at cf. 141, 15. 152, 1 R. Franc Zambeccari p. 212 6 παρ’ inserui cum Cobeto „malim ὑπ᾿ Re 1 ὅτι Β | αὖ om VL 9 post τελεῖν τελεῖν rasura quim- que litterarum C | ὑπὸ L | γρ Mor in marg 10 τετάχθαι L, γρ Mor in marg Cobet l. l. ἂν γεγράφθαι coni Re 15 αὐ- τὸν ACL Ferr Mor 16 μὴ L 17 πρεσβεύοντι L | ἔχοντι L)

147
δὲ καὶ αὐτὸν ἐκεῖσε μετ’ ἐμοῦ δεήσει βαδίζειν. ἀσπασάμενος δή με δακρύοντα οὐ δακρύων ἤδη βλέ- πων τὰ τῶν Περσῶν κακά, γράμματα ὕστατα πέμψας ἀπὸ τῶν τῆς ἀρχῆς ὅρων ἤλαυνε γῆν τέμνων, κώμας ἁρπάζων, φρούρια λαμβάνων, ποταμοὺς διαβαίνων, τείχη κατασείων, πόλεις αἰρῶν·

καὶ τούτων ἕκα- στον ἤγγελλε μὲν οὐδείς, τὴν δὲ τῶν ὁρώντων ἡμεῖς ἡδονὴν ἡδόμεθα πιστεύοντες, ὅ δὴ καὶ ἐγίγνετο, γε- ·νήσεσθαι, πρὸς τὸν ἄνδρα ἀποβλέποντες. ἀλλ’ ἡ Τύχη γὰρ τὰ αὐτῆς, κωμάσαντος γὰρ κατὰ Περσῶν τοῦ στρατοῦ φόνοις τε καὶ τροπαῖς ἀγῶσί τε γυμνι- κοῖς καὶ ἱππικοῖς, ἃ κατεθεῶντο ἀπὸ τῶν ἐπάλξεων οἱ Κτησιφῶντος οἰκήτορες οὐδὲ τῷ πάχει τοῦ τείχους πι- στεύειν ἔχοντες, τοῦ τε Μήδου διὰ πρεσβείας τε καὶ δώρων ἐγνωκότος ἱκετεύειν, μηδὲ γὰρ νοῦν ἔχειν πρὸς δαίμονα ἄνδρα μάχεσθαι, τῶν δὴ πρέσβεων ἐπὶ τοὺς ἵππους ἀναβαινόντων | αἰχμὴ τοῦ σοφωτάτου βασι- [*](R 91) λέως τεμοῦσα τὴν λαγόνα βρέχει τῷ τοῦ νενικηκότος αἵματι τὴν τῶν ἡττωμένων γῆν καὶ ποιεῖ τὸν πεφρι- κότα τῶν διωκόντων κύριον.

τῷ μὲν δὴ Πέρσῃ παρ’ αὐτομόλου τινὸς μαθεῖν ὑπῆρξεν, ἐν ὅτῳ εἴη τύχης, ἡμῖν δὲ τοῖς Ἀντιοχεῦσιν ἀνθρώπων μὲν οὐδείς, σεισμοὶ δὲ ἐγίγνοντο τοῦ κακοῦ μηνυταὶ πόλεων τῶν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ τῶν μὲν μέρη, τὰς δὲ ὅλας κατενεγκόντες· ἐδόκει γὰρ ἡμῖν ὁ θεὸς μεγάλοις πά- [*](3 Iulian. ep. 27 ed. Hertl. 11 or. XVIII t. I 605, 15 sq. R 15 II. ρ 98) [*](2 δή scripsi e lipris et Ferr δέ Ferr in marg Mor Re 3 τῶν om VL 10 αὐτῆς Α αὐτῆς PV 11 φόνω VL 23 ἑ in πόλεων in Cn 24 Παλαιστίνης Β Ferr, γρ Mor in marg | καὶ inter Παλ. et Συρ. inser Re)

148
θεσι μέγα σημαίνειν. εὐχομένων δὲ μὴ τὰ ὄντα δοξάζειν πικρὸν διὰ τῶν ὤτων τρέχει τῆς ἀγγελίας βέλος, Ἰουλιανὸν μὲν ἐκεῖνον ἐν σορῷ φέρεσθαι, τοῦ δεῖνος δὲ γεγενῆσθαι τὸ σκῆπτρον, Περσῶν δὲ Ἀρμε- νίαν τῆς τε ἄλλης ὁπόσον ἐβούλοντο γῆς.

εὐθὺς μὲν οὖν εἰς ξίφος εἶδον, ὡς ἁπάσης σφαγῆς [*](R 92) τέρας τῆς ζωῆς ἐσομένης. ἔπειτα ἐνενόησα | τὸν τοῦ Πλάτωνος νόμον καὶ ὡς αὐτὸν οὐ λυτέον τὴν τοιαύτην δὴ λύσιν καὶ ὡς οὕτως ἐλθὼν εἰς Αἵδου τε καὶ παρ’ ἐκεῖνον ἐν αἰτίαις ἂν εἴην ὧδε τετελευτηκώς· πάντως γὰρ ἂν ἐμέμφετο μὴ τὰ ἀπὸ τοῦ θεοῦ περιμείναντι. πρὸς δὲ καὶ ἐδόκει μοι χρῆναι λόγοις ἐπιταφίοις τὸν ἀπελθόντα τιμᾶν.

136. Τοῦτο μὲν οὖν οὕτω διὰ ταῦτα ἔσχε, λόχον δέ τινα διαφεύγω βουληθείσης τῆς Τύχης. οἱ γὰρ αὖ τῶν μὲν πρὸ τοῦ καιρῶν ἐν βασιλείοις πρὸς ἰσχὺν ἀπο- λαύσαντες, τότε δὲ τὰ αὑτῶν ἠναγκασμένοι πράττειν [*](R 93) ὑπὸ Φρυνώνδου τινὸς ἀναπεισθέντες, ὡς | ἐμὲ δεινὰ αὐτοὺς εἰργάσθαι δι’ ἐπιστολῆς εἰς Βαβυλῶνα ἡκούσης, ὑφ’ ἦς ἂν αὐτοῖς δυσμενὴς ἐπανῆκεν ἐκεῖνος, ζονται παρὰ συγγενῆ με γυναῖκα εἰσιόντα συλλαβόντες εἰς τὸν κῆπον, οὗ τὰς βουλὰς ἐβούλευον, εἰσαγαγόντες κτεῖναι· καὶ γὰρ ἂν δῶρα σφίσι παρὰ τοῦ τὰ σκῆπτρα λαβόντος γενέσθαι.

τοῖς μὲν δὴ ἡτοίμαστο τὰ [*](8 Plat. Phaed. 67 D 12 or. XVII et XVIII t. I 507 et 521 sq. R 18 ep. 1038 or. pro Olymp. ρ. 81, 9 ed. Sieb.) [*](1 μέγα τραῦμα coni Re | δὴ Ρ 2 πικρῶν Α 5 ἠβού- λοντο Mor Re 8 καὶ] ὃν L τὸν Par probante Gasda I 16 num del? | αὑτὸν ACBL Mor Re 9 οὖτος VL 11 τοῦ om ΑΒ 12 προςδὲ V 14 διαταῦτα BV 15 φεύγω L | αὖ τῶν] αὐτῶν APL 16 προτοῦ L 17 δὴ BL 18 ὡς delere vult Re)

149
ῥόπαλα, τῶν δέ τις ταυτὶ μὲν συνειδότων, τοῦ δὲ ἔργου κοινωνεῖν οὐκ ἐθελόντων, πρὸς ἐμὲ δὲ οὐ μάλα οἰκείως ἐσχηκότων τῆς θεοῦ πεμπούσης ἀφεκτέον εἶναί μοι τῶν παρὰ τὴν γυναῖκα ἐκείνην ὁδῶν ἔφη, κερδα- νεῖν γάρ, ὅ,τι δὲ ἦν τὸ δεινόν, ἀπαιτοῦντι τουτὶ δὲ] οὐ προσέθηκε. θαυμαζούσης οὖν, ὡς οὐ τὰ αὐτὰ ποιοίην, τῆς γυναικὸς ἀπεκρινάμην ἀφ’ ὧν ἠκηκόειν. καὶ ἣ διερευνωμένη νοῦν τε ἔχοντα καταμαθοῦσα τὸν φόβον παύσασά τε ἐξαπατωμένους ἐπῄνεσε τὸν ἐξελό- μενον αὐτῇ τοιούτου μύσους τὴν οἰκίαν δαίμονα.

138. Μετὰ ταῦτα τοίνυν ἀνὴρ βάρβαρος ἐξώργιζε τὸν κρατοῦντα ἐπ’ ἐμὲ λέγων, ὡς οὐ παυοίμην θρηνῶν τὴν | τοῦ πεσόντος πληγήν. ὁ δὲ ἔμελλε μὲν ἀπολεῖν [*](R 94) με κακῶς (δίκην ὀδύνης πραττόμενος,) ἀνὴρ δέ τις Καππαδόκης ἀγαθός, συμφοιτητὴς ἐμός, παρ’ ἐκείνῳ δὲ μέγας, καὶ τίνα ἂν ἔχοις, ἔφη, ψυχήν, εἰ ὁ μὲν κέοιτο ἀποθανών, ζῶντες δὲ οἱ λόγοι πε- ριφοιτῷεν τὴν γῆν ὑπ’ ἐκείνου περὶ τῆς σῆς γεγραμμένοι φύσεως; τοσαῦται μὲν αἰ τρικυμίαι, τοσαῦται δὲ αἱ ἀρωγαί.

139. Τὰ δὲ ἐπὶ τούτοις ἦν μὲν Ὀλύμπια τὰ παρ’ ἡμῖν, ἔτος δὲ ἐμοὶ πεντηκοστόν ἐπιθυμία τε τῆς πανη- γύρεως ὑπερφυής· παρακύψας δὲ ἐπὶ τὰ πρῶτα τῆς ἑορτῆς δεσμώτης ἦν, οὐκ ἄρχοντος δήσαντος, ἀλλὰ [*](3 ep 1186 14 Fortunatianus (ep. 1147. or. XIV t. I p. 428, 12)?) [*](1 δ’ V 2 οὐκ om L | οὐ θελόντων V 6 δὲ uncis in- clusi 6 τὰ αὐτὰ scripsi e libris excepto L qui habet ταῦτα, et Ferr ταὐτὰ Re τὰ τοιαῦτα Ferr in marg Mor 8 καὶ ἣ — 9 φόβον citat Thom. Μ. s. ν. ἐρευνῶμαι p. 160, 10 | ἡ ACP Mor Re 10 μίσους L, γρ Mor in marg 16 παραψυχὴν aut ἀναψυχήν Gasda 18 φοιτῷεν Α | τὴν γῆν inserui e VL om ACPB edd | ὑπ’ scripsi e VL ἀπ’ ACPB edd)

150
ποδάγρα τότε πρῶτον πολλή τις ἐπιπεσοῦσα καὶ χαλεπὴ πυνθάνεσθαι τῶν εἰσιόντων ἠνάγκαζε ῥώμης τε πέρι καὶ τέχνης τῶν ἀθλητῶν, ἡ δὲ ὥσπερ ἐν ἐκεχειρίαις μικρὸν διαλιποῦσα πάλιν ἠκόντιζε καὶ πολλάκις γε ἑκάτερον.

ἰατροὶ δὲ νενικῆσθαι μὲν ὡμολόγουν, παρεμυθοῦντο δὲ μετατιθέντες ἀπὸ τῆς κεφαλῆς ἐπ’ ἐκείνους τῷ λόγῳ τὴν νόσον· τὸ γὰρ αὐτὸ ποσὶ μὲν [*](R 95) κακόν, τῇ δὲ ἔσεσθαι ἀγαθόν. | ἦν δὲ ἄρα τοῦτο φλυαρία, ἐπεὶ τό γε ἐκείνην κατειληφὸς εἴχετο τῶν ἄνω καὶ τοσοῦτόν γε ἀπέσχον οἱ πόδες ὀνῆσαί τι τὴν κεφαλήν, ὥστε ὥσπερ ἂν ἀπὸ τῶν ἐν αὐτοῖς κακῶν μοῖράν τινα ἐκεῖσε πέμψαντες χαλεπώτερα τἀκείνης ἐποίησαν.

οὔκουν ἐπὶ τοῖς πρὸ τοῦ φόβοις ἐτα- ραττόμην μόνοις, ἐν οἶς καὶ τοῦτο ἦν, μὴ τὴν πόλιν ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς τὸν Ὠκεανὸν ἐμβάλωσιν, ἀλλ’ ἔδεισα μέν, ὦ ἄνδρες, καὶ τὸν τῶν ἀπαντώντων ὄχλον, ἔφυγον δὲ τὰ μέσα τοῦ ἄστεος, ἔδεισα δὲ μεγέθη λουτρῶν, ἔδεισα δὲ οἰκίας (πλὴν τῆς ἐμαυτοῦ)πάσας νεφέλης μὲν ἐπὶ τὰ ὄμματα ἐρχομένης, τοῦ πνεύματος δὲ εἰς μικρὸν συστελλομένου, τὴν φαλὴν δὲ ἰλίγγων κατεχόντων, δόξης δὲ ἀεὶ τοῦ πε- [*](15 II. ζ 345) [*](5 ἑκάτερον] ἐποίει δηλονότι V) [*](3 ἐκκεχειρίαις AP et altero κ m2 suprapos. C ἐκεχειρίαις V 5 post ἑκάτερον inserendum puto τῶν ποδῶν coll. l. 7 ἐπ’ ἐκεί- νους 7 ἐκείνην Re Anim 8 τοῦδε L 9 εἶχε L 11 ἂν om L | κακῶ in κακῶν in ras C2 12 τὰ ᾿κείνης VL 13 προ- τοῦ libri edd | φόβοις — 16 ἐμβάλωσιν citat Eustath. ad II. ζ 345 p. 646 R ὁ Λιβάνιος τὴν τῆς Ἑλένης ὑπερβαλὼν ἔννοιαν ὡς ἐντεῦθεν ὠφελημένος τερατωδέστερον λάλει ἐν ἐν οἷς ἀστείως λέγει ὅτι φόβοις κτλ. 14 μόνοις — ἦν om Eust 15 τὸν om VL Eust 17 παντ in ἀοαντώντων in ras P3 ἁπάντων C edd ἀπαντώντων aut ἀπ᾿ ἀγρῶν coni Re 20 στελλόμενον L)

151
σεῖσθαι παρούσης, ὥστε ἐσπέρας ᾔδομεν ἐπ’ αὐτῷ τὴν Τύχην ἐν κέρδει τὸ μὴ πεπτωκέναι ποιούμενοι.

ἓν ἐνῆν ἐκείνοις μέτριον, ὅτι μήτε τοὺς λόγους μήτε τοὺς νέους ἐφεύγομεν· αὐτὸ γὰρ δὴ τοῦτο ἦν ἡ παραψυχὴ| [*](4) τὸ ὡς ἥδιστα περὶ ταῦτα πονεῖν οἴκοι τε ἐπὶ τῆς [*](R 96) κλίνης ἐπί τε τοῦ σκίμποδος ἐν τῷ διδασκαλείῳ· τὸ δὲ ἐφ’ ἑκάτερον κομισθῆναι παρακινδύνευσις, αἱ δὲ ἐπιδείξεις ἐκποδών, ἀηδὴς δὲ φίλος προσιών. ὥσπερ δὲ οἱ πελάγη διαβάλλειν μέλλοντες καλοῦσι Διοσκού- ρους, οὕτως ἡμῖν οἴκοθεν ἐξιοῦσιν ἐκαλοῦντο θεοὶ κωλυταὶ γενέσθαι τῶν ἐν ἐλπίσιν ἀσχημόνων.

καὶ ὁ κλύδων οὗτος ἔτη τέτταρα ἐπεκράτει, καὶ καταφεύγω δι’ πρὸς πρὸς τὸν ἕτοιμον ἀμύνειν, τὸν μέγαν Ἀσκληπιόν, καὶ φράσαντος οὐ καλῶς ἀφεστάναι με τῶν εἰωθότων πίνω τε οὗ πάλαι φαρμάκου, καὶ ἦν μέν τι κέρδος, οὐ μὴν παντελῶς γε ἐξελήλατο τὸ κόν. ἴφη δὲ ὁ θεὸς καὶ τοῦτο χαριεῖσθαι. ἐγὼ δὲ ᾔδειν μέν, ὡς οὐκ εὐσεβὲς ἀπιστεῖν ἐγγυητῇ τοιούτῳ, θαυμάζειν δὲ ὅμως παρῆν, εἰ καὶ ταύτης εἶναί ποτε δόξαιμι τῆς χάριτος ἄξιος. καὶ ἦν μὲν ἔτος ἕβδομον ἐπὶ τοῖς πεντήκοντα λῆγον ἤδη, τρισὶ δ’ ἐνυπνίοις ὁ [*](8 Ion trag. fr. 56 Ν apud Plut. de tranqu. anim. 3 p. 466 D) [*](2 ποιούμενοι P, sed ι alterum in ras m4 ποιούμενος AC Ferr Mor 3 ἐνῆν scripsi cum Re Anim ἢν libri edd 4 γὰρ om VL | δὴ om Β | ἦν] οὖν Re 6 ἐπί τε scripsi e V ἐπὶ δὲ reliqui libri edd | ἐν] γρ ἐπὶ Mor in marg 7 ἕτερον Ρ sed ἔ m3 in rasura trium litterarum et Β 9 διαβάλλειν scripsi e VL coll III 387, 21 τοῖς τὰ πελάγη διαβάλλουσιν et Demetr. com. fr. II 876, 2 Μ apud Athen. III 109 Α διαβαίνειν ACPB edd 13 τὸν (prius) VL Ferr in marg Mor om ACPB del Re 15 οὐ L | παλαιοῦ L et in πάλαι corr C 18 τοσούτῳ V et γρ Mor in marg 19 ὅπως L et in δμὼς corr C2 | εἶναί με ποτε L 21 δὲ VL)

152
θεός, ὧν τὼ δύο μεθημερινώ, μέρος οὐ μικρὸν ἑκάστῳ τοῦ νοσήματος ἀφῄρει καὶ κατέστησεν εἰς τοῦτο, ὃ μήποτε ἀφέλοιτο.

οὕτω δὴ τοῦ βασιλέως ἥκοντος [*](4) τὴν αἴγλην τήν τε ἀπὸ τῶν ὅπλων τήν τε ἀπὸ τῶν | [*](R 97) δρακόντων ἠχώ τε ὀργάνων ὑπέμεινα συμμιγῆ, μηδ’ ἂν διηγουμένου πρότερον <ἀνασχόμενος>. καὶ οὐ πολὺ ὕστερον δῶρον αὐτῷ λόγον εἰσῆγον, ἐφ’ ᾧ πλέον ἢ ὅτε τὰ ἔργα ἔπραττεν ἡσθῆναι βασιλεὺς ἐδόκει. καίτοι τῶν μειζόνων γε ἀνήκοος ὧν ἐν Σκύθαις ἐπεδέδεικτο ἐμεμενήκει. τοῦ γὰρ δὴ ἡμίσεος διὰ μῆκος ἀναβεβλη- μένου δείσαντες οἶς οὐκ ἄμεινον τέρπεσθαι λειμῶσιν ἀληθινοῖς τὸν βασιλέα Μουσῶν, ἐν τοῖς εἰρημένοις ἱστᾶσι τὴν ἀκρόασιν, λεγόντων δὲ ἑτέρων φόβος δείς, ταυτὶ δὲ αὐτοῖς τῆς Γοργοὺς φοβερώτερα. βα- σιλεῖ γε μὴν καὶ ἀπὸ τούτων οὐκ ἐν ἀγνοουμένοις ἐγώ.

145. Σὸν ἔργον, ῶ δαῖμον, καὶ τὸ τεθῆναι νόμον τῶν παίδων τοῖς νόθοις ἐπίκουρον. τὸ μὲν οὖν ἐπὶ νοῦν τε αὐτὸν τῷ πρεσβυτέρῳ τοῖν βασιλέοιν ἐλθεῖν ἕνα τε τῶν κρατούντων τοῖς ἐκείνου γεγονέναι γράμ- μασι, κοινῆς τοῦτο ἔστω τῆς τῶν ἐν χρείᾳ τοῦ νόμου καθεστηκότων τύχης, τὸ δὲ τὸν νεώτερον ἥκιστα αὐτὸν ἐπαινοῦντα μάλιστα ἐπαινοῦντα φανῆναι ποιῆσαί τε κύριον, ἐπειδή με ἐξουσίας τῆς ἀπ’ αὐτοῦ δεόμενον ᾔσθετο, πῶς οὐκ ἂν ἐν δίκῃ τῆς ἐμῆς κριθείη τύχῆς; [*](3 Amm. XXIX 1, 4 (Valens) 9 Amm. XXVII 5, 1 sq. 19 Cod. Theod. IV 6, 1. Novell. 89, 12) [*](1 καθημερινὼ Β 4 τῶν alterum om L 5 ἢν ante μηδ’ inser MSchmidt Philol. X 613 6 ἀνασχόμενος inserui coll III 132, 15 R 10 ἐμεμενήκει corr ex ἐμεμνήκεν C2 ἐμεμενήκειν VL | ἡμίσεος scripsi ex APBV et corr ex ἡμίσεως C2 μίσεως L ἡμίσεως edd 11 αἷς Α 15 τοσούτων L 17 γρ νέοις Mor in marg | οὖν om L)

153
ἥ με πολλῆς τε καὶ βαρείας ἠλευθέρωσεν ἀνίας, ὡς τῆς αὐτῆς ἡμέρας τελευτὴν | μὲν ἐμοί, πτωχείαν δὲ [*](R 98) ἐκείνῳ τὴν ἐσχάτην οἰσούσης.

146. Ἀλλὰ μὴν τό γε ἐχθρούς — καὶ μή με οἰέ- σθω τις τὴν Ὁμήρου συμβουλὴν παραβαίνειν τὴν οὐκ ἐπιτρέπουσαν ἐπὶ κταμένοις ἀνδράσιν εὐχετά- ασθαι, οὐ γὰρ ἀπὸ τοιαύτης γε μνησθήσομαι τῆς γνώμης, ἀλλ’ ὅπως μηδὲ τοῦτ’ ἄρρητον εἴη τῶν πὰρ ἐκείνης δεδομένων — οἱ τοίνυν ἐπ’ ἐμὲ μηδενὸς μὲν λόγου, μηδενὸς δὲ ἔργου, μηδεμιᾶς δὲ ἀποσχόμενοι τέχνης, ἀλλ’ οἱ μὲν ὀνείδεσι περιβάλλειν ἀποχρῆν νο- μίσαντες, οἱ δὲ πᾶν μικρόν, εἰ μὴ καὶ ἀποκτείναιεν, οἱ δὲ οἶς ἦν ἡδὺ καὶ ταύρου τὸν νεκρὸν ἐκδήσαντας ἀφεῖναι διὰ | πετρῶν φέρεσθαι, τούτους τοίνυν τοὺς [*](R 99) πάλαι μὲν πολεμοῦντας, ἐγκαλεῖν δὲ οὐδὲν σὺν ἀλη- θείαι γε ἔχοντας προαπήνεγκεν ὁ δαίμων ἡμῶν γε ἡσυχαζόντων καὶ οὐδ’ ὅσον ἀραῖς ἀμυνομένων· τί γὰρ δὴ ἔδει καταρᾶσθαι πάντα ἐπισταμένου τοῦ δαίμονος, τὸν ἀδικοῦντα, τὸν ἀδικούμενον, τὸν ὀφείλοντα δίκην, ᾧ τὴν δίκην ὤφειλεν.

ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀν- θρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἔν τι καὶ τὸ τῶν αἰδοίων τοῦ μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι.

[*](6 Od. χ 412 11 Dem. c. Androt. 63 p. 613, 2; C Timocr. 127 ρ. 740, 23 22 II. χ 61)[*](5 τίς V 8 δὲ in μηδὲ in ras P2 | τοῦτο L 11 περι- βαλεῖν L | ἀποχρῶν ΑΡΒ 12 μὴ καὶ scripsi cum Gasda καὶ μὴ libri edd | ἀποκτείνειεν ACPV edd ἀποκτείνοιεν Β ἀποκτεί- ν ὲν L 14 ἐγεῖναι A | κατὰ Gasda 16 γε om V 18 δὴ om Β 23 ὧν] ὡς L | ὄσχου MSchmidt Philol. X 615 24 τῇ χειρὶ λαβόμενον VL | ἀμῆσαι L ἀμῆσαι reliqui libri edd)
154

148. Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε [*](R 100) καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως | τῳ μικρολο- γεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγ- γραφὴ, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν.

ἐπαινῶν δὴ πολλὰ καὶ πρὸς πολλοὺς τὸ κτῆμα καὶ εὐφραινόμενος μᾶλλον ἢ Πολυκράτης τῷ δακτυλίῳ κλέπτας αὐτῷ τοῖς ἐπαίνοις ἐπῆγον, ὧν τοὺς μὲν ἄλλους εὐθὺς ᾕρουν, ὁ δέ γε τελευταῖος πυρὰν ἀνῆψε τοῦ μὴ ἁλῶναι, καὶ οὕτω δὴ τοῦ ζητεῖν μὲν ἐπεπαύμην, τὸ μὴ λυπεῖσθαι δὲ οὐκ εἶχον. ἀλλὰ καὶ τὸ κέρδος μοι τὸ παρὰ τοῦ Θουκυδίδου μέγα ἂν γενόμενον μεῖον ἤρχετο διὰ τὸ σὺν ἀηδίᾳ γράμμασιν ἑτέροις ὁμιλεῖν.