Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ δή τι καὶ τοιοῦτον γίνεται· ὁ ὕπαρχος | τοῦ ἐπαινεῖσθαι ἐπιθυμῶν μᾶλλον ἢ ἕτερος τοῦ ἄρ [*](R 77) χεῖν χρέος μέ τι τοιοῦτον εἰσέπραττεν, ὡς ἂν ἔχων τὴν ἀρχήν, ἧς ἐπιβάντα αὐτὸν ὑπεσχήμην ἐπαινέσεσθαι. προσείρητο μὲν οὖν μοι καὶ φανεὶς εὐθὺς ἐν βραχέσ.ιν, ὁ δὲ αὐτά τε ἐκεῖνα διεργασθῆναι καὶ τῶν ἐνόντων ῥηθῆναι σιωπηθῆναι μηδὲν ἐβούλετο.