Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

σιγῶν τε οὖν ὠδυνᾶτο καὶ οὐ σιγῶν, ὅτι | [*](R 76) σιγᾶν εἴη βέλτιον, ἐμάνθανε. μέχρι μὲν δὴ μέσου θέρους ἄκων τε καὶ μόλις, ὥσπερ ἵππος ὑπὸ τοῦ ζυγος ἑλκόμενος, ἐχώρει, τοῦ καιροῦ δὲ τὸ συνεῖναι παύοντος ἐξῄει μὲν ἐπανήξειν εἰπών, ἀπελθὼν δὲ ἔμενεν, ὡς δὴ ὑπὸ τῆς οὔσης τῷ ’μῷ θείῳ δυνάμεως κεκακωμένος. ἕλκω δὴ τὸν ἄνδρα πρὸς τοὺς ἀγῶνας ἀπειλαῖς τε ταῖς τοῦ ἄρχοντος καὶ ἅμα ἐπὶ πλείοσι πυροῖς, ᾔδει δὲ <ὁ> ἀνὴρ κερδαίνειν, καὶ ἐπειδὴ ἧκε, φίλος ἦν διὰ τοὺς πυρούς, αὖθις δὲ ἀφισταμένων ὁμιλητῶν καὶ ἑτοιμότερον ἢ πρόσθεν, ἤσθιέ τε ἅμα καὶ ἦν ἐχθρὸς καὶ κατὰ τοὺς λόγους ἀμείνων μέν, [*](13 Plat. Phaedr. 256 Α) [*](1 ὅ,τι reposui e libris τί edd κωλῦσαν? cf. p. 90, 11 3 γὰρ] μὲν B 4 καὶ cancellis inclusi 6 μὴ δεῖν] μηδὲν Β 6 δὲ inser C2 om L 7 τὰς μορφὰς Β 8 ἠπορεῖτο scripsi auctore Re Anim („aut ἠπορεῖτο leg. aut τε del.“). Cf. διηπο- ρεῖτο p. 142, 10 ἠπόρει τε libri edd 9 ὅ,τι Mor καὶ τοῦ scripsi cum Re Anim et Sinteni καὶ τὸ] τὸ καὶ VL num καὶ τοῦ? | ὕπνου corr ex ὕπνον C2 13 ἐλαυνόμενος ὁ ἀντικαθήμε- νος Ferr in marg Mor 17 τε om A, inser P3, del Re ταῖς e τε corr Α2 om L | πλείοσι πυροῖς scripsi cum Gasda πλείους πυρούς libri edd 18 ᾔδει — 19 πυροὺς om Β | ὁ inserui | ἁνὴρ Cobet Mnem. III 25ὅ | ἧκεν C)

137
ἀφελών τι τῆς ῥᾳθυμίας, οὐ μὴν ἐφ’ ὅσον γε ἄξιον, ἦρτο.