Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἐγὼ δὲ ὡς μὲν οὐχ ὑπεσχήμην, οὐκ ἐξηρνούμην, ἔφην δὲ ἀπο- δώσειν, εἴ μου οἴκοθεν ἐξελθὼν ἐν τῷ βουλευτηρίῳ δέχοιτο τὸν πόνον· καινὸν μὲν γάρ τι ποιήσειν τὸν ὕπαρχον, ἔσεσθαι δὲ καὶ τοῦτο τοῦ λόγου μέρος τὸ πρῶτον ὧδε τετιμηκέναι τοὺς λόγους. ἔφη τιμήσειν, οἱ πολλοὶ δὲ ἠπίστουν· ὁ δὲ καὶ δὴ παρῆν, | δεομένου [*](R 78) δὲ τοῦ μήκους αὖθις αὐτὸν παρεῖναι πάλιν παρῆν, δεομένου δὲ καὶ τρὶς οὐδὲ τότε ἀπῆν. καὶ νῦν τοῦτο ᾄδεται παρὰ πόντων, τίς καὶ τίνος καὶ τί καὶ ποῦ τῆς πόλεως ἀκήκοε.