Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
λέγοντα μὲν οὖν οἶδ’ ὅτι θαυμάσῃ, θαυμάζων δὲ οἶδ᾿ ὅτι καὶ φιλήσεις κατ’ αὐτό γε τὸ θαῦμα καὶ ὅτι γε οὐ ῥήτωρ πλέον ἢ χρηστός. εἰ δέ τι καὶ τοῦτο δυνήσεται τὸ μέλειν ἐμοὶ τοῦ ῥήτορος, εἴ- σομαί τε χάριν καὶ ἴσως ἀποδώσω.
τλς΄.
Γαϊανῷ (357/58)
Λόγος ἥκει περὶ σοῦ πρὸς ἡμᾶς ἐπὶ πλεῖστον ἥκειν σε λόγων, καὶ δὴ καὶ τοὺς τρόπους εἶναί σοι μὴ χείρους τῶν λόγων. ὃ μαθὼν ἐγὼ τὸν ταῦτα κεκτημένον ἥδιστ’ ἂν ἰδών, ἐπεὶ μήπω τοῦ μείζονος ἔστι τυχεῖν, εἰς τὸν δεύτερον εἶδον πλοῦν καὶ ἐπιστέλλω.
τὸ δὲ πρὶν ἐντυχεῖν τοῦτο ποιεῖν ἀντὶ τοῦ νομίζειν ἄτοπον ἐρωτικὸν ἡγοῦμαι. οὕτω δέ σε [*](11 VI γ΄, κς΄. Va δ΄, κς΄. Vo δ΄, κς΄. S β΄, ξδ΄. Vi ρλ΄. D λς) [*](1 Seeck 282 12 Sievers 252, 5. Seeck 161. 347. Silomon 17 16 Salzmann 55) [*](3 comma post ἀγῶνος posui colon V om VaVo Wolf Ι comma post εἰπεπὶν VaVo Wolf delevi Ι ὄμωσ V sed σ in ras m2 5 ὅτι libri Wolf 6 ἐμόν λέγοντα scripsi ἐμὸν ἔλεγον. τὰ libri Wolf ἐμὸν ἔλεγον. λέγοντα Re 1 εὖ ante οἶδ’ inse- rendum coni Re Ι οἶδ’ scripsi οἶδα libri Wolf Ι θαυμάσῃ scripsi e V θαυμάσεις VaVo Wolf Ι δὲ] δ’ εὖ Re 9 παρά σοι ante δυνήσεται inserendum coni Re 12 τατιανῶ Vi 14 χείρους V sed ους ex ω corr m5 16 ἐστὶν Va)
Δόμνος σὸς μέν ἐστι πολίτης, γνώριμος δὲ ἐμοί, πένης δὲ ὢν ἀπειρίᾳ τε πραγμάτων καὶ συνηγόρων ἐρημίᾳ γίγνεται βουλευτής, δεῦρο δὲ ἐλθών, ὡς ὡς ἀναμαχέσαιτο, δίκαιος ὢν ἀπαλλαγῆς τυχεῖν ἀναβολὴν εὕρατο καὶ μέλλων ἐπανιέναι δεῖταί μου γράψαι πρὸς σὲ βοηθεῖν αὑτῷ τὰς μὲν ἐλπίδας ἔχων ἐν σοὶ καὶ ἄλλως, πεπεισμένος δέ τι προσωφελή- σεσθαι καὶ παρὰ τῆς ἐπιστολῆς.
ἐγὼ τοίνυν τὴν ἐκείνου δέησιν κέρδος ἐμαυτοῦ θέμενος καὶ διπλοῦν γε κέρδος, εἰ φίλῳ τῷ μὲν χαριοῦμαι, τὸν δὲ προσλήψομαι, καὶ σφόδρα ὑπήκουσα.
εἶθ’ ὁ μὲν ᾤχετο τῆς νυκτὸς ἐπειχθέντων οἱς ἐχρῆν συνοδοιπορεῖν, ἐγὼ δ’ οὐδ’ οὕτως ἀπέστην ὧν ὑπεσχό- μην, ἀλλὰ σὲ παρακαλῶ καὶ νῦν καὶ εἰσαῦθις εἶναι Δόμνῳ λιμένα καὶ πείθειν τοὺς ἀγαθοὺς Τυρίους, ὅτι τὸ τῶν ἀπόρων ἔχεσθαι τῆς πόλεως ἐστι πολίτας ἐξελαύνειν, οὐ χορηγοὺς παρ- ἔχειν τῇ πόλει.