Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Μονόϊμος ὁ Ἄραψ μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένηται, τοιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν Ὠκεανόν, οὕτω πως λέγων·

  • Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τ᾿ ἀνθρώπων.
  • Ταῦτα ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ πᾶν (ὅ ἐστιν ἀρχὴ τῶν ὅλων) ἀγέννητον, ἄφθαρτον, ἀΐδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γεννητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως. Τοιαύτη γὰρ, φησίν,
  • ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου. Οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει
  • γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον. Καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· Ἦν καὶ ἐγένετο, ὅπερ ἐστίν· ἦν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὥς τις εἴποι· ἦν πῦρ καὶ ἐγένετο φῶς, ἀχρόνως καὶ ἀβουλήτως
  • καὶ ἀπροορίστως ἅμα τῷ εἶναι τὸ πῦρ. Ὁ δὲ ἄνθρωπος
  • οὗτος μία μονὰς ἐστὶν ἀσύνθετος ἀδιαίρετος, συνθετὴ διαιρετή, πάντα φίλη, πάντα εἰρηνική, πάντα μαχίμη, πάντα πρὸς ἑαυτὴν
    v.1.p.426
    πολέμιος, ἀνόμοιος ὁμοία, οἱονεί τις ἁρμονία μουσικὴ πάντα ἔχουσα ἐν ἑαυτῇ, ὅσα ἄν τις εἴπῃ καὶ παραλείπῃ μὴ
  • νοήσας, πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα. Αὕτη μήτηρ,
  • αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα. Ὑποδείγματος δὲ χάριν τοῦ τελείου ἀνθρώπου κατανόει, φησί, μεγίστην εἰκόνα ἰῶτα ἕν, τὴν μίαν κεραίαν, ἥτις ἐστὶ κεραία μία ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινὴς ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα,
  • συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής. Ἡ ἀμερὴς ἐκείνη
  • μία, φησίν, ἔστιν ἡ πολυπρόσωπος καὶ μυριόμματος καὶ μυριώνυμος μία τοῦ ῑ κεραία, ἥτις ἐστὶν εἰκὼν τοῦ τελείου ἀνθρώπου ἐκείνου τοῦ ἀοράτου.

    Ἔστιν οὖν, φησίν, ἡ μονάς, ἡ μία κεραία, καὶ δεκάς·

  • δύναμις γὰρ αὐτῇ τὸ ῑ τῆς μιᾶς κεραίας καὶ δυὰς καὶ
  • τριὰς καὶ τετρὰς καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀγδοὰς καὶ ἐννεὰς μέχρι τῶν δέκα· οὗτοι γὰρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· ὅτι πᾶν
  • τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι ἐπὶ τὸν υἱὸν τοῦ
  • ἀνθρώπου σωματικῶς· αἱ γὰρ τοιαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις. Γέγονεν οὗν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν ἔγνωκεν
  • οὐδείς, φαντάζεται δέ, φησίν, ὡς γέννημα θηλείας ἡ κτίσις
  • πᾶσα τὸν υἱὸν ἀγνοοῦσα, οὗ υἱοῦ ἀκτῖνες ἀμυδραὶ πάνυ ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ συνέχουσι καὶ συγκρατοῦσι τὴν μεταβολήν, τὴν γένεσιν. Τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις,
  • ὅσοι περὶ τὸ γέννημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. Γέγονεν
  • οὗν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδὲ ἔσται πώποτε, τὰ δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλὰ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ἔστι γὰρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα
    v.1.p.428
  • ἄνωθεν, πλήρης, ἀποπληροῦσα πάντας, ἔχουσα ἐν ἑαυτῇ, ὅσα
  • καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

    Γέγονεν οὗν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατάπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε

  • τῆς ἐκεῖ . . . . γῆς καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν
  • ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. Οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ
  • ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος. Ὅταν
  • οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποικίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἅτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορούμενα σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδον, ἥτις ἐστὶν ἡ μία κεραία. Διπλῆ, ποικίλη
  • αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις. Πάντα
  • γὰρ πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἱ ἄμπελοι. Ἄνθρωπος ἐξ ἀνθρώπου ἐξέσσυται, φησί, καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος, ἵνα γένηται καὶ εἴπῃ νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών. Κατὰ τὴν κεραίαν ἐκείνην ὁ νόμος
  • ἐστὶ τὴν μίαν ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν λόγων
  • μυστήρια. Πᾶσα γὰρ, φησίν, ἡ γνῶσις τῶν ὅλων δεκάπληγός ἐστι καὶ δεκάλογος, ᾓν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέννημα τῆς θηλείας πεπλανημένων. Κἂν εἴπῃς πεντάτευχον ὅλον τὸν νόμον, ἔστιν ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κατειλημμένης
  • κεραίᾳ. Τὸ δὲ ὅλον ἐστὶ, φησί, τοῖς μὴ πεπληρωμένοις
  • παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη ἑορτή, νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν, κυρίου τοῦ θεοῦ πάσχα, διατηρούμενον τοῖς δυναμένοις βλέπειν ἐναρχομένης τῆς
    v.1.p.430
    δεκάτης, ἥτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ᾿ ἧς, φησίν, ἀριθμοῦσιν.
  • Ἡ γὰρ μονὰς ἕως τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ τὸ κεφάλαιον τῆς
  • μιᾶς [κεραίας] τοῦ τελείου ἀριθμοῦ. Τό τε γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστὶν ἡ μία κεραία. Ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἕως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον
  • ἐν τούτοις ἅπασιν. Τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία
  • οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα τὰ τῆς κτίσεως αἴτια πάσχα ἐστίν, ἑορτὴ κυρίου. χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ
  • τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς, ἥτις ἐστὶ
  • Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾗ τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα, καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, [ὡς] ἀκρίδας, ὅπερ ἐστὶ χόρτος, τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει·
  • πᾶσα γὰρ σὰρξ χόρτος, φησίν. Οὐδὲν δὲ ἧττον καὶ τὸν
  • ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.

  • Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον
  • ἐπιστολῇ διαρρήδην λέγει· Καταλιπὼν ζητεῖν θεὸν καὶ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὐτὸν ἀπὸ σεαυτοῦ, καὶ μάθε, τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν
  • σοὶἐξιδιοποιούμενος καὶ λέγων· ὁ θεός μου, ὁ νοῦς
  • μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου, καὶ μάθε, πόθεν ἐστὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν καὶ τὸ γρηγορεῖν μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα καὶ τὸ ὀργίζεσθαι μὴ
  • θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα, καὶ ἂν ταῦτα,
  • φησίν, ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὐτὸν ἐν ἑαυτῷ
    v.1.p.432
    ἓν καὶ πολλὰ κατὰ τὴν κεραίαν ἐκείνην, ἀφ᾿ ἑαυτοῦ τὴν διέξοδον εὑρόντα. Ταῦτα μὲν οὖν ἐκεῖνοι, οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ᾿ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι
  • οὖσι προδήλοις τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις τὴν σύστασιν ἔχειν ἐκ
  • γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς, ἣν γενναιότερον οἱ Πυθαγόρου μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυγχάνουσιν ἐπιγνῶναι ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. Ἀλλ᾿ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται,
  • ἴδωμεν τίνα καὶ οἱ λοιποὶ τεχνάζονται ἑαυτοῖς βουλόμενοι ὄνομα
  • μάταιον ὑψοῦν.

    Τατιανὸς δέ, καὶ αὐτὸς γενόμενος μαθητὴς Ἰουστίνου τοῦ μάρτυρος, οὐχ ὅμοια τῷ διδασκάλῳ ἐφρόνησεν, ἀλλὰ καινά τινα ἐπιχειρήσας ἔφη αἰῶνας τινὰς ἀοράτους ὁμοίως τοῖς ἀπὸ

  • Οὐαλεντίνου μυθολογήσας. Γάμον δὲ φθορὰν εἶναι παραπλησίως
  • Μαρκίωνι λέγει. Τὸν δὲ Ἀδὰμ φάσκει μὴ σώζεσθαι διὰ τὸ ἀρχηγὸν παρακοῆς γεγονέναι. Καὶ ταῦτα μὲν Τατιανός.

    Ἑρμογένης δέ τις καὶ αὐτὸς νομίσας τι καινὸν φρονεῖν ἔφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου καὶ ἀγεννήτου πάντα πεποιηκέναι·

  • ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐκ ἐξ ὄντων τὰ
  • γινόμενα ποιεῖν. Εἶναι δὲ τὸν θεὸν ἀεὶ κύριον καὶ ἀεὶ ποιητήν, τὴν δὲ ὕλην ἀεὶ δούλην καὶ γινομένην, οὐ πᾶσαν δέ·
    v.1.p.434
    Ἀεὶ γὰρ ἀγρίως καὶ ἀτάκτως φερομένην ἐκόσμησε τούτῳ τῷ λόγῳ· δίκην χυτρίου ὑποκαιομένου βράζουσαν ἰδὼν ἐχώρισε
  • κατὰ μέρος, καὶ τὸ μὲν ἐκ τοῦ παντὸς λαβὼν ἡμέρωσε, τὸ δὲ
  • εἴασεν ἀτάκτως φέρεσθαι, καὶ τὸ ἡμερωθὲν τοῦτο εἶναι κόσμον λέγει, τὸ δὲ ἄγριον μένειν καὶ ὕλην καλεῖσθαι ἄκοσμον. Ταύτην οὐσίαν εἶναι τῶν ἁπάντων λέγει, ὡς καινὸν φέρων δόγμα τοῖς αὐτοῦ μαθηταῖς, οὐκ ἐνενόει δέ, ὅτι Σωκρατικὸς ὁ μῦθος
  • οὗτος τυγχάνει, ὑπὸ Πλάτωνος ἐξειργασμένος βέλτιον ἢ ὑπὸ
  • Ἑρμογένους. Τὸν δὲ Χριστὸν υἱὸν εἶναι ὁμολογεῖ τοῦ τὰ πάντα κτίσαντος θεοῦ, καὶ αὐτὸν ἐκ παρθένου γεγενῆσθαι καὶ πνεύματος συνομολογεῖ κατὰ τὴν τῶν εὐαγγελίων φωνήν, ὃν μετὰ τὸ πάθος ἐγερθέντα ἐν σώματι πεφηνέναι τοῖς μαθηταῖς, καὶ
  • ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς ἐν τῷ ἡλίῳ τὸ σῶμα καταλελοιπέναι,
  • αὐτὸν δὲ πρὸς τὸν πατέρα πεπορεῦσθαι. Μαρτυρίᾳ δὲ χρῆται νομίζων ὑπὸ τοῦ ῥητοῦ συνηγορεῖσθαι οὖπερ ὁ ψαλμῳδὸς Δαβὶδ λέγει· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
  • ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ταῦτα μὲν
  • οὖν καὶ Ἑρμογένης ἐπεχείρει.

    Ἕτεροι δέ τινες φιλόνεικοι τὴν φύσιν, ἰδιῶται τὴν γνῶσιν, μαχιμώτεροι τὸν τρόπον, συνιστάνουσι δεῖν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς φυλάσσειν κατὰ τὴν

  • τοῦ νόμου διαταγήν, ἐν ᾖ ἂν ἡμέρᾳ ἐμπέσῃ, ὑφορώμενοι τὸ γεγραμμένον
  • ἐν νόμῳ, ἐπικατάρατον ἔσεσθαι τὸν μὴ φυλάξαντα οὕτως ὡς διαστέλλεται, οὐ προσέχοντες ὅτι Ἰουδαίοις ἐνομοθετεῖτο τοῖς μέλλουσι τὸ ἀληθινὸν πάσχα ἀναιρεῖν, τὸ εἰς ἔθνη χωρῆσαν καὶ πίστει νοούμενον, οὐ γράμματι νῦν τηρούμενον·
  • οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ οὐκ ἀφορῶσιν εἰς τὸ
  • εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι διαμαρτύρομαι παντὶ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶ τοῦ πάντα τὸν νόμον ποιῆσαι. Ἐν δὲ τοῖς ἑτέροις οὗτοι συμφωνοῦσι πρὸς πάντα τὰ τῇ ἐκκλησίᾳ ὑπὸ τῶν ἀποστόλων παραδεδομένα.

    v.1.p.436

  • Ἕτεροι δὲ καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες
  • τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἠπάτηνται, Πρισκίλλης τινὸς καὶ Μαξιμίλλης καλουμένων, ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξάζουσιν ὡς προφήτην, ὧν
  • βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾿ αὐτῶν λελαλημένα
  • λόγῳ κρίναντες, μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾿ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾿ αὐτῶν φάσκοντες [ὡς] μεμαθηκέναι ἢ ἐκ νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων. Ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα
  • ταῦτα τὰ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ
  • ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. Οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κτίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῥαφανοφαγίας
  • φάσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι. Τινὲς δὲ αὐτῶν
  • τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. Περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.
  • Ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων εἰρημένα κρίνομεν, δι᾿
  • ὀλίγων τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια, οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.

    Ἕτεροι δὲ ἑαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τὰ μὲν

  • περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι,
  • περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες, καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι,
  • οὐ προσέχοντες τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς
  • προειρημένοις, ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι οὕτως ἔφη· Τὸ δὲ πνεῦμα ῥητῶς λέγει· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις
    v.1.p.438
  • καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων,
  • κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς
  • καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ
  • καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. Ἱκανὴ μὲν οὖν αὕτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων
  • εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. Εἰ δὲ καὶ ἕτεραί τινες αἱρέσεις
  • ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἵνα μὴ κἂν ἐν τούτῳ τινὰς αὑτοὺς ἢ λόγου ἀξίους ἡγῶνται. Ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων αὐτάρκη δοκεῖ
  • εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν
  • Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες, καὶ τὸν ἔνδον ὄντα ἰὸν φανερὸν ἐλέγξαντες, παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἐπαγομένους ὑπὸ πνεύματος βιαίου, δίκην χειμάρρου.

  • Τάδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι δόγμασιν Ἡρακλείτου τοῦ σκοτεινοῦ προσέσχεν, οὐ τοῖς Χριστοῦ.

  • Καὶ πῶς Κάλλιστος μίξας τὴν Κλεομένους μαθητοῦ
  • Νοητοῦ καὶ Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνέστησε, καὶ τίς ὁ τούτου βίος.

    Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ,

    v.1.p.440
    καὶ ὅτι σκέπη τῶν ἰδίων σφαλμάτων τὸ δοκεῖν προσέχειν νόμῳ,
  • τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις
  • πρόσκειται.

    Τίνα παρὰ Ἰουδαίοις ἔθη καὶ πόσαι τούτων διαφοραί.

    Πολλοῦ τοίνυν τοῦ περὶ πασῶν αἱρέσεων γενομένου ἡμῖν ἀγῶνος μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται

  • νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελέγξαι τὰς ἐφ᾿
  • ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι᾿ ὧν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαννύειν ἐπεχείρησαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον ἐν πᾶσι τοῖς πιστοῖς ἐμβάλλοντες. Δοκεῖ γὰρ ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὁρμήσαντας
  • διελέγξαι, τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔγνωστοι αἱ
  • ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι.

    Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει Σμυρναῖος. Οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμάτων· οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὃς τῇ Ῥώμῃ

  • ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. Ὧι μαθητεύσας Κλεομένης,
  • καὶ βίῳ καὶ τρόπῳ ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνε τὸ δόγμα, κατ᾿ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου καὶ αἰσχροκερδοῦς· [ὃς] τῷ κέρδει προσφερομένῳ πειθόμενος συνεχώρει τοῖς προσιοῦσι τῷ Κλεομένει
  • μαθητεύεσθαι, καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ τα
  • αὐτὰ ὥρμητο, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου, οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ᾿ οὐ πολὺ ἐκθήσομαι. Τούτων κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς
  • τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἡμῶν μηδέποτε συγχωρησάντων,
  • ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν, μετ᾿ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον
  • ἀνεκυλίοντο.
  • v.1.p.442

    Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλίαν ἐκθέσθαι, [καὶ] πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα παραθεμένους, ἔπειτα καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι,

  • ἃ τυχόντες οἱ νῦν προστάται τῆς αἱρέσεως οὐκ ἴσασιν
  • ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ. Οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δοκεῖ προσαναπαραχθῆναι καὶ νῦν,
  • ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου
  • νομίζοντες Χριστοῦ εἷναι μαθητάς, οὐκ ὄντας, ἀλλὰ τοῦ σκοτεινοῦ.

    Ἡράκλειτος μὲν οὗν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον, αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. Οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου

  • ἀκούσαντας ὁμολογέειν σοφόν ἐστιν, ἓν πάντα εἰδέναι,
  • ὁ Ἡράκλειτός φησι, καὶ ὅτι τοῦτο οὐκ ἴσασι πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· Οὐ ξυνίασιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκως περ τόξου καὶ λύρης. Ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν
  • καὶ διὰ παντὸς ὤν, οὕτως λέγει· Τοῦ δὲ λόγου τοῦδε ἐόντος
  • ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁκοῖα
  • ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων
  • ὅκως ἔχει. Ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾿ αἰῶνος αἰώνιος
    v.1.p.444
    βασιλεὺς τῶν ὅλων οὕτως λέγει· Αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληΐη. Ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου
  • λέγοντος ἀκούομεν· Πόλεμος πάντων μὲν πατήρ ἐστι,
  • πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. Ὅτι δέ ἐστιν . . . ἁρμονίη ὅκως περ τόξου καὶ λύρης. Ὅτι δὲ . . . ἀφανὴς ὁ ἀόρατος ἄγνωστος
  • ἀνθρώποις, ἐν τούτοις λέγει· Ἁρμονίη ἀφανὴς φανερῆς
  • κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. Ὅτι δέ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· Ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω, φησί, τουτέστι
  • τὰ ὁρατὰ τῶν ἀοράτων . . . . ἀπὸ τῶν τοιούτων αὐτοῦ
  • λόγων κατανοεῖν ῥᾴδιον· Ἐξηπάτηνται, φησίν, οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. Ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν
  • εἰπόντες· ὅσα εἴδομεν καὶ κατελάβομεν,
  • ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾿ ἐλάβομεν, ταῦτα φέρομεν.

    Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς

  • ὁμολογουμένως ὑπάρχον. Ἔστι γὰρ, φησίν, ἁρμονίη ἀφανὴς
  • φανερῆς κρείττων· καί· ὅσων ὄψις, ἀκοή, μάθησις (τουτέστι τὰ ὄργανα), ταῦτα, φησίν, ἐγὼ προτιμέω, οὐ τὰ ἀφανῆ προτιμήσας. Τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ
    v.1.p.446
  • αὐτό. Ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν καὶ νύκτα οἶδεν·
  • ἡμέρα γὰρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· Διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν. Καὶ ἀγαθὸν καὶ κακόν· Οἱ γοῦν
  • ἰατροί, φησὶν ὁ Ἡράκλειτος, τέμνοντες, καίοντες, πάντη
  • βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτιῶνται μηδὲν ἄξιον μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταῦτα ἐργαζόμενοι τὰ ἀγαθὰ καὶ τὰς
  • νόσους. Καὶ εὐθὺ δέ, φησί, καὶ στρεβλὸν τὸ αὐτό ἐστι. Γναφέων,
  • φησίν, ὁδὸς εὐθεῖα καὶ σκολιή — ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται — μία ἐστί, φησί, καὶ ἡ αὐτή. Καὶ τὸ ἄνω καὶ τὸ κάτω ἕν ἐστι καὶ
  • τὸ αὐτό· ὁδὸς ἄνω κάτω μίη καὶ ὡυτή. Καὶ τὸ μιαρόν
  • φησι καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· Θάλασσα, φησίν, ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθῦσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.
  • Λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν
  • ἀθάνατον διὰ τῶν τοιούτων λόγων· Ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες. Λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης φανερᾶς ἐν ᾗ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε
  • ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· Ἔνθα δ᾿ ἐόντι
  • ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτιζόντων καὶ νεκρῶν. Λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· Τὰ δὲ πάντα
    v.1.p.448
    οἰακίζει κεραυνός, τουτέστι κατευθύνει· κεραυνὸν τὸ πῦρ
  • λέγων τὸ αἰώνιον. Λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ
  • καὶ τῆς διοικήσεως τῶν ὅλων αἴτιον· καλεῖ δὲ αὐτὸ χρησμοσύνην καὶ κόρον· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾿ αὐτόν, ἡ δὲ ἐκπύρωσις κόρος· Πάντα γὰρ, φησί, τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται. Ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ
  • πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο, ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ
  • αἱρέσεως, δι᾿ ὀλίγων ἐπέδειξα οὐκ ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. Τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργὸν καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· Ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός
  • —τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — ἀλλοιοῦται δὲ ὅκωςπερ
  • ὁκόταν συμμιγῇ [θύωμα] θυώμασιν· ὀνομάζεται καθ᾿ ἡδονὴν ἑκάστου. Φανερὸν δὲ πᾶσι τοὺς ἀνοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως προστάτας, εἰ καὶ Ἡρακλείτου λέγοις ἂν αὐτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ
  • δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. Λέγουσι
  • γὰρ οὕτως· ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι πάντων δημιουργὸν καὶ πατέρα, εὐδοκήσαντα δὲ πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις ὄντα ἀόρατον· ὅτε μὲν γὰρ οὐχ ὁρᾶται ἦν ἀόρατος, [ὅτε δὲ ὁρᾶται ὁρατός,] ἀχώρητος δὲ ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς
  • δὲ ὅτε χωρεῖται· οὕτως κατὰ τὸν αὐτὸν λόγον ἀκράτητος [καὶ
  • κρατητός,] ἀγέννητος [καὶ γεννητός,] ἀθάνατος καὶ θνητός. Πῶς οὐχ Ἡρακλείτου οἱ τοιοῦτοι δειχθήσονται μαθηταί; μὴ αὐτῇ τῇ λέξει διαφθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός; Ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα οὐδεὶς ἀγνοεῖ. Λέγει δὲ
  • οὕτως· Ὅτε μὲν οὖν μὴ γεγένητο ὁ πατήρ, δικαίως πατὴρ
  • προσηγόρευτο· ὅτε δὲ ηὐδόκησεν γένεσιν ὑπομεῖναι, γεννηθεὶς ὁ υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου.
    v.1.p.450
    Οὕτως γὰρ δοκεῖ μοναρχίαν συνιστᾶν, ἓν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν πατέρα καὶ υἱὸν καλούμενον, οὐχ ἕτερον ἐξ
  • ἑτέρου, ἀλλ᾿ αὐτὸν ἐξ ἑαυτοῦ, ὀνόματι μὲν πατέρα καὶ υἱὸν
  • καλούμενον κατὰ χρόνων τροπήν, ἕνα δὲ εἶναι τοῦτον τὸν φανέντα καὶ γένεσιν ἐκ παρθένου ὑπομείναντα καὶ ἐν ἀνθρώποις ἄνθρωπον ἀναστραφέντα, υἱὸν μὲν ἑαυτὸν τοῖς ὁρῶσιν ὁμολογοῦντα διὰ τὴν γενομένην γένεσιν, πατέρα δὲ εἶναι καὶ τοῖς
  • χωροῦσιν μὴ ἀποκρύψαντα. Τοῦτον πάθει ξύλου προσπαγέντα
  • καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα, ἀποθανόντα καὶ μὴ ἀποθανόντα, καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα, τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα, τοῦτον τὸν τῶν ὅλων θεὸν καὶ πατέρα εἶναι λέγει Κλεομένης καὶ
  • ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς.
  • Ταύτην τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, ἀνὴρ ἐν κακίᾳ πανοῦργος καὶ ποικίλος πρὸς πλάνην, θηρώμενος τὸν τῆς ἐπισκοπῆς θρόνον. Τὸν Ζεφυρῖνον, ἄνδρα ἰδιώτην καὶ ἀγράμματον καὶ ἄπειρον τῶν ἐκκλησιαστικῶν ὅρων, ὃν πείθων

  • δόμασι καὶ ἀπαιτήσεσιν ἀπειρημέναις ἦγεν εἰς ὃ ἐβούλετο, ὄντα
  • δωρολήπτην καὶ φιλάργυρον, ἔπειθεν ἀεὶ στάσεις ἐμβαλεῖν ἀναμέσον τῶν ἀδελφῶν, αὐτὸς τὰ ἀμφότερα μέρη ὕστερον κερκωπείοις λόγοις πρὸς ἑαυτοῦ φιλίαν κατασκευάζων, καὶ τοῖς μὲν ἀλήθειαν [λέγων ὅμοια] φρονοῦσι ποτὲ κατ᾿ ἰδίαν τὰ ὅμοια
  • φρονεῖν [λέγων] ἠπάτα, πάλιν δ᾿ αὖ τοῖς τὰ Σαβελλίου ὁμοίως,
  • ὃν καὶ αὐτὸν ἐξέστησε δυνάμενον κατορθοῦν. Ἐν γὰρ τῷ ὑφ᾿ ἡμῶν παραινεῖσθαι οὐκ ἐσκληρύνετο, ἡνίκα δὲ σὺν τῷ Καλλίστῳ ἐμόναζεν, ὑπ᾿ αὐτοῦ ἀνεσείετο πρὸς τὸ δόγμα τὸ Κλεομένους ῥέπειν φάσκοντος τὰ ὅμοια φρονεῖν. Ὁ δὲ τότε μὲν τὴν
  • πανουργίαν αὐτοῦ οὐκ ἐνόει, αὖθις δὲ ἔγνω, ὡς διηγήσομαι μετ᾿
  • οὐ πολύ. Αὐτὸν δὲ τὸν Ζεφυρῖνον προάγων δημοσίᾳ ἔπειθε λέγειν· Ἐγὼ οἶδα ἕνα θεὸν Χριστὸν Ἰησοῦν, καὶ πλὴν αὐτοῦ
    v.1.p.452
    ἕτερον οὐδένα γενητὸν καὶ παθητόν· ποτὲ δὲ λέγων· Οὐχ ὁ πατὴρ ἀπέθανεν, ἀλλὰ ὁ υἱός· οὕτως ἄπαυστον τὴν στάσιν ἐν τῷ
  • λαῷ διετήρησεν· οὗ τὰ νοήματα γνόντες ἡμεῖς οὐ συνεχωροῦμεν,
  • ἐλέγχοντες καὶ ἀντικαθιστάμενοι ὑπὲρ τῆς ἀληθείας· ὃς εἰς ἀπόνοιαν χωρῶν διὰ τὸ πάντας αὐτοῦ τῇ ὑποκρίσει συντρέχειν, ἡμᾶς δὲ οὔ, ἀπεκάλει ἡμᾶς διθέους, ἐξεμῶν παρὰ βίαν τὸν ἐνδομυχοῦντα αὐτῷ ἰόν. Τούτου τὸν βίον δοκεῖ ἡμῖν ἀγαπητὸν
  • ἐκθέσθαι, ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον ἡμῖν ἐγεγόνει, ὅπως
  • διὰ τοῦ φανῆναι τοῦ τοιούτου τὴν ἀναστροφὴν εὐεπίγνωστος καὶ τάχα τοῖς νοῦν ἔχουσιν εὐήθης γένηται ἡ διὰ τούτου ἐπικεχειρημένη αἵρεσις. Οὗτος ἐμαρτύρησεν ἐπὶ Φουσκιανοῦ ἐπάρχου ὄντος Ῥώμης· ὁ δὲ τρόπος τῆς αὐτοῦ μαρτυρίας τοιόσδε ἦν·