Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἐπειδὰν οὗν Μαρκίων ἢ τῶν ἐκείνου κυνῶν τις ὑλακτῇ

  • κατὰ τοῦ δημιουργοῦ, τοὺς ἐκ τῆς ἀντιπαραθέσεως ἀγαθοῦ καὶ
  • κακοῦ προφέρων λόγους, δεῖ αὐτοῖς λέγειν, ὅτι τούτους οὔτε Παῦλος ὁ ἀπόστολος, οὔτε Μάρκος ὁ κολοβοδάκτυλος ἀνήγγειλαν,
    v.1.p.394
    (τούτων γὰρ οὐδὲν ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ γέγραπται), ἀλλὰ Ἐμπεδοκλῆς Μιῶνος Ἀκραγαντῖνος, ὃν συλαγωγῶν
  • μέχρι νῦν λανθάνειν ὑπελάμβανε τὴν διαταγὴν πάσης τῆς κατ᾿
  • αὐτὸν αἱρέσεως ἀπὸ τῆς Σικελίας εἰς τοὺς εὐαγγελικοὺς λόγους μεταφέρων αὐταῖς λέξεσι. Φέρε γάρ, ὧ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, ὡς ὑπολαμβάνεις, δόγμασι.
  • Δημιουργὸν φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτα οὐκ
  • ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέους λόγους τὴν ἐκκλησίαν κατηχῶν; Ἀγαθὸν φῂς εἶναι θεὸν καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾿ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις τὸν ἀγαθόν; Κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι
  • βρωμάτων, ὧν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς
  • καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων καθαρμούς; ἑπόμενος γὰρ ὡς ἀληθῶς κατὰ πάντα τούτῳ τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἵνα μὴ φάγωσι σῶμά τι λείψανον ψυχῆς ὑπὸ τοῦ
  • δημιουργοῦ κεκολασμένης· λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους
  • γάμους τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόγμασιν, ἵνα σοι φυλαχθῇ τὸ τῆς φιλίας ἔργον ἓν ἀδιαίρετον. Διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ἓν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.

  • Ἡ μὲν οὖν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις,
  • ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσα, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς Βαρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσας λόγους
  • περὶ τῆς αἱρέσεως, οὐδὲ τοῦτο σιωπήσομαι. Τρίτην φάσκων
  • v.1.p.396
    δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ᾿ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας. Κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ, καὶ ἕτερον νοητὸν τὸν
  • ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο
  • ἀγαθοῦ καὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί. Τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς
  • προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ,
  • λέγων ὧδέ πως· εἰκάραι φημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα, ἡμετέρας μελέτας διὰ φροντίδος ἐλθεῖν εὐχομένων, νῦν αὖτε παρίστασο, Καλλιόπεια,
  • ἀμφὶ θεῶν μακαρίων ἀγαθὸν λόγον ἐμφαίνοντι.
  • Τούτοις κατακολουθῶν Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασι παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθρίου τούτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, τουτέστι τῷ ἀγαθῷ, ἀλλὰ χωρὶς γενέσεως
  • ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος κατεληλυθότα
  • αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, διδάσκειν ἐν ταῖς συναγωγαῖς. Εἰ γὰρ μέσος τίς ἐστιν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως· κακὸς δ᾿ ἐστίν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα. Διὰ τοῦτο ἀγέννητος
  • κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾗ πάσης ἀπηλλαγμένος κακίας.
  • Ἀπήλλακται δέ, φησί, καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μέσος τις, ὥς φησιν ὁ Παῦλος, καὶ ὡς αὐτὸς ὁμολογεῖ· Τί με λέγετε
    v.1.p.398
    ἀγαθόν; εἷς ἐστὶν ἀγαθός. Ταῦτα μὲν οὗν τὰ Μαρκίωνι δόξαντα, δι᾿ ὧν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους
  • λόγοις χρησάμενος, καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην
  • φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο, ἣν ἱκανῶς ἠλέγχθαι ὑφ᾿ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὧν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. Ἀλλ᾿
  • ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί
  • λέγει καὶ Καρποκράτης.

    Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι, καὶ ὅμοιον τοῖς

  • ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ
  • ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτῇ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυνηθῇ· ἣν καὶ διὰ
    v.1.p.400
  • πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν ἀνεληλυθέναι πρὸς
  • αὐτόν, [καὶ ὁμοίως τὴν] τὰ ὅμοια αὐτῇ ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν
  • κατήργησε τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις.
  • Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. Διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ,
  • τοὺς δὲ καὶ ἔτι κατά τι δυνατωτέρους τινάς, ὄντας δὲ καὶ διαφορωτέρους
  • τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων, τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι
    v.1.p.402
    τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν,
  • τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ
  • χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν. Τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες
  • ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ
  • ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων· οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος πρὸς τὰ ἔθνη ὑπὸ τοῦ σατανᾶ προεβλήθησαν, ἵνα κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες
  • ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν
  • ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, ἢ καὶ βλέποντες τὰ ἐκείνων ἅπαντας ἡμᾶς βλασφημῶσιν. Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχάς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε
  • ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν
  • κοσμοποιῶν ἀγγέλων θεόν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Τινὲς δὲ φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι
    v.1.p.404
    πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι
  • ἐν σώματι. Τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς
  • ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός. Καὶ εἰκόνας δὲ κατασκευάζουσι τοῦ Χριστοῦ λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι.

    Κήρινθος δέ τις, αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθείς,

  • ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ γεγονέναι τὸν κόσμον, ἀλλ᾿
  • ὑπὸ δυνάμεώς τινος κεχωρισμένης τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον
  • γεγονέναι καὶ σοφώτερον. Καὶ μετὰ τὸ βάπτισμα
  • κατελθεῖν εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι,
  • τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πνευματικὸν
  • ὑπάρχοντα.

    v.1.p.406

    Ἐβιωναῖοι δὲ ὁμολογοῦσι μὲν τὸν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσιν. Ἔθεσιν Ἰουδαϊκοῖς ζῶσι,

  • κατὰ νόμον φάσκοντες δικαιοῦσθαι, καὶ τὸν Ἰησοῦν λέγοντες
  • δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν τοῦ θεοῦ ὠνομάσθαι, καὶ Ἰησοῦν, ἐπεὶ μηδεὶς τῶν [ἑτέρων] ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν νόμῳ προςτεταγμένα, ἦν ἂν ἐκεῖνος ὁ Χριστός. Δύνασθαι δὲ καὶ ἑαυτοὺς
  • ὁμοίως ποιήσαντας Χριστοὺς γενέσθαι· καὶ γὰρ καὶ αὐτὸν
  • ὁμοίως ἄνθρωπον εἶναι πᾶσι λέγουσιν.

    Θεόδοτος δέ τις ὢν Βυζάντιος εἰσήγαγεν αἵρεσιν καινήν, φάσκων τὰ περὶ μὲν τῆς τοῦ παντὸς ἀρχῆς σύμφωνα ἐκ μέρους τοῖς τῆς ἀληθοῦς ἐκκλησίας, ὑπὸ τοῦ θεοῦ πάντα ὁμολογῶν

  • γεγονέναι, τὸν δὲ Χριστὸν ἐκ τῆς τῶν γνωστικῶν καὶ
  • Κηρίνθου καὶ Ἐβίωνος σχολῆς ἀποσπάσας φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· καὶ τὸν μὲν Ἰησοῦν εἶναι ἄνθρωπον ἐκ παρθένου γεγενημένον κατὰ βουλὴν τοῦ πατρός, βιώσαντα δὲ κοινῶς πᾶσιν ἀνθρώποις καὶ εὐσεβέστατον γεγονότα ὕστερον ἐπὶ
  • τοῦ βαπτίσματος ἐπὶ τῷ Ἰορδάνῃ κεχωρηκέναι τὸν Χριστὸν ἄνωθεν
  • κατεληλυθότα ἐν εἴδει περιστερᾶς, ὅθεν οὐ πρότερον τὰς δυνάμεις ἐν αὐτῷ ἐνηργηκέναι, ἢ ὅτε κατελθὸν ἀνεδείχθη ἐν αὐτῷ τὸ πνεῦμα, ὃ εἶναι τὸν Χριστὸν προσαγορεύει. Θεὸν δὲ οὐδέποτε τοῦτον γεγονέναι οὗτοι θέλουσιν ἐπὶ τῇ καθόδῳ τοῦ
  • πνεύματος, ἕτεροι δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν.
  • Διαφόρων δὲ γενομένων ἐν αὐτοῖς ζητήσεων ἐπεχείρησέ τις καὶ αὐτὸς Θεόδοτος καλούμενος, τραπεζίτης τὴν τέχνην, λέγειν δύναμιν τινὰ τὸν Μελχισεδὲκ εἶναι μεγίστην, καὶ τοῦτον εἶναι μείζονα τοῦ Χριστοῦ, οὗ κατ᾿ εἰκόνα φάσκουσι τὸν Χριστὸν

  • τυγχάνειν, καὶ αὐτοὶ ὁμοίως τοῖς προειρημένοις Θεοδοτιανοῖς
  • v.1.p.408
    ἄνθρωπον εἶναι λέγουσι τὸν Ἰησοῦν, καὶ κατὰ τὸν αὐτὸν λόγον τὸν Χριστὸν εἰς αὐτὸν κατεληλυθέναι.

    Γνωστικῶν δὲ διάφοροι γνῶμαι, ὧν οὐκ ἄξιον καταριθμεῖν τὰς φλυάρους δόξας ἐκρίναμεν, οὔσας πολλὰς ἀλόγους τε καὶ

  • βλασφημίας γεμούσας, ὧν πάνυ σεμνότεροι περὶ τὸ θεῖον οἱ
  • φιλοσοφήσαντες ἀφ᾿ Ἑλλήνων ἠλέγχθησαν. Πολλῆς δὲ αὐτοῖς συστάσεως κακῶν αἴτιος γεγένηται Νικόλαος, εἷς τῶν ἑπτὰ εἰς διακονίαν ὑπὸ τῶν ἀποστόλων κατασταθείς, ὃς ἀποστὰς τῆς κατ᾿ εὐθεῖαν διδασκαλίας ἐδίδασκεν ἀδιαφορίαν βίου τε καὶ
  • βρώσεως, οὗ τοὺς μαθητὰς ἐνυβρίζοντας τὸ ἄγιον πνεῦμα διὰ
  • τῆς ἀποκαλύψεως Ἰωάννης ἤλεγχε πορνεύοντας καὶ εἰδωλόθυτα ἐσθίοντας.

    Κέρδων δέ τις καὶ αὐτὸς ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβὼν καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν

  • θεὸν κεκηρυγμένον μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ. Τοῦτον
  • μὲν γὰρ ἐγνῶσθαι, τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον, καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας, καὶ ὅσα αὐτῷ ἔδοξεν εἰς τὸν τῶν ἁπάντων
    v.1.p.410
  • δημιουργὸν δυσφημήσας. Ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου
  • μαθητής.

    Ἀπελλῆς δὲ ἐκ τούτων γενόμενος οὕτως λέγει· Εἶναι τινὰ θεὸν ἀγαθόν, καθὼς καὶ Μαρκίων ὑπέθετο, τὸν δὲ

  • πάντα κτίσαντα εἶναι δίκαιον, ὃς τὰ γενόμενα ἐδημιούργησε,
  • καὶ τρίτον τὸν Μωσεῖ λαλήσαντα, πύρινον δὲ τοῦτον εἶναι, εἶναι δὲ καὶ τέταρτον ἕτερον, κακῶν αἴτιον· τούτους δὲ ἀγγέλους ὀνομάζει. Νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα, τῶν δὲ εὐαγγελίων
  • ἢ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται. Φιλουμένης
  • δέ τινος λόγοις προσέχει ὡς προφήτιδος φανερώσεσι. Τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεως κατεληλυθέναι, τουτέστι τοῦ ἀγαθοῦ, κἀκείνου αὐτὸν εἶναι υἱόν, τοῦτον δὲ οὐκ ἐκ παρθένου γεγενῆσθαι, οὐ δὲ ἄσαρκον εἶναι τὸν φανέντα
  • λέγει, ἀλλ᾿ ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα
  • πεποιηκέναι, τουτέστι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουσίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν κόσμῳ· αὗθις δὲ ὑπὸ Ἰουδαίων ἀνασκολοπισθέντα θανεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα
  • φανῆναι τοῖς μαθηταῖς, δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ
  • τῆς πλευρᾶς, πείθοντα ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα, ἀλλὰ ἔνσαρκος ἦν. Σάρκα, φησί, δείξας ἀπέδωκε γῇ, ἐξ ἧς περ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος, ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν
  • τοῦ σώματος, θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ
  • ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν τοῖς πιστεύουσι.

    Δοκεῖ ἡμῖν καὶ ταῦτα ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ᾿ ἐπεὶ μηδὲν

  • παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπό τινων δεδογματισμένων,
  • ἴδωμεν τί καὶ τὸ τοῖς Δοκήταις ἐπινενοημένον.

    v.1.p.412

  • Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα, καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν.

  • Πῶς ὁ Μονόϊμος ληρεῖ ποιηταῖς καὶ γεωμέτραις καὶ
  • ἀριθμητικοῖς προσέχων.

    Πῶς Τατιανὸς γεγένηται ἐκ τῶν Οὐαλεντίνου καὶ Μαρκίωνος δοξῶν τὰς ἑαυτοῦ συνιστῶν, ὁ δὲ Ἑρμογένης τοῖς Σωκράτους δόγμασι κέχρηται, οὐ τοῖς Χριστοῦ.

  • Πῶς πλανῶνται οἱ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ
  • ἐπιτελεῖν φιλονεικοῦντες.

    Τίς ἡ πλάνη τῶν Φρυγῶν, νομιζόντων Μοντανὸν καὶ Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτας.

    Τίς ἡ τῶν Ἐγκρατιτῶν κενοδοξία, καὶ ὅτι ἐξ αὐτῶν

  • καὶ οὐκ ἐξ ἁγίων γραφῶν τὰ δόγματα αὐτῶν συνέστηκεν, [ἀλλ᾿
  • ἐκ τῶν παρ᾿ Ἰνδοῖς γυμνοσοφιστῶν.]

    Ἐπεὶ οἱ πολλοὶ τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι, τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες, ὁρᾶν ἐπαγγέλλονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν,

  • ὅπως κἂν διὰ τοῦ ὑφ᾿ ἡμῶν γινομένου ἐλέγχου πρὸς αὐτῶν
  • αἰδεσθέντες ἐπιγνῶσι, πῶς συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ. Αὐτάρκως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν τὰ ἀκόλουθα
  • οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου
  • πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν ἀσφάλειαν λόγων κεκτῆσθαι ἐλέγξομεν, οἵγε ἑαυτοὺς Δοκητὰς ἀπεκάλεσαν,
    v.1.p.414
    δογματίζοντες ταῦτα· Θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἄπειρον,
  • ταπεινὸν μέγεθος, ἀνήριθμον ἐν πλήθει, πρὸς γένεσιν
  • ἀπροσδεές, φοβουμένων καταφυγή, γυμνῶν σκέπη, αἰσχύνης ἐπικάλυμμα, ζητούμενος καρπός, ἐφ᾿ ὃν ἦλθεν ὁ ζητῶν, φησί, τρὶς καὶ οὐχ εὗρε, διὸ κατηράσατο, φησί, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ, καρπὸν ζητούμενον.
  • Τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ
  • καὶ ἀμεγέθους κατ᾿ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὁ κόσμος, ὡς ἐκείνοις δοκεῖ, τοιοῦτον τινὰ τρόπον· Ἁπαλῶν γενομένων τῶν κλάδων τῆς συκῆς προῆλθε φύλλα, ὥσπερ ἐστὶν ὁρώμενον, ἑπομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ τὸ ἀνεξαρίθμητον
  • θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς. Τρία οὖν εἶναι
  • δοκοῦμεν τὰ πρώτως ὑπὸ τοῦ σπέρματος γενόμενα τοῦ συκίνου· πρέμνον, ὅπερ ἔστιν ἡ συκῆ, φύλλα, καὶ καρπός, τὸ σῦκον, ὡς προειρήκαμεν. Οὕτως, φησί, τρεῖς γεγόνασιν αἰῶνες, ἀπὸ τῆς πρώτης ἀρχῆς τῶν ὅλων ἀρχαί· καὶ τοῦτο, φησίν, οὐκ
  • ἐσιώπησεν οὐδὲ Μωϋσῆς λέγων, ὅτι οἱ λόγοι τοῦ θεοῦ τρεῖς
  • εἰσίν· σκότος, γνόφος, θύελλα, καὶ οὐ προσέθηκεν. Οὐδὲν γὰρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾿ αὐτοὶ πάντα τοῖς γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι. Μένει δὲ ὁ θεὸς αὐτὸς καθ᾿ ἑαυτὸν πολὺ τῶν τριῶν αἰώνων
  • κεχωρισμένος. Τούτων, φησί, τῶν αἰώνων ἀρχὴν γενέσεως
  • λαβών, ὡς λέλεκται, κατ᾿ ὀλίγον ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος. Τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα. Ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες,
  • ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. Εἰσὶ δὲ ἀλλήλων διαίρετοι
  • καὶ τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει μόνῃ διαφέροντες, ὅτι τὸ μὲν ἔστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. Ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν·
    v.1.p.416
    ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι,
  • θέσεως τυχὼν τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις
  • αὐτὸς αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἑξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος, τρὶς νοήσας ἑαυτόν, οἱονεὶ
  • δεσμὸν τινὰ τῆς ἑνότητος αὑτὸν ἔδησεν αἰώνιον.
  • Καὶ τοῦτο εἶναι δοκοῦσιν οὗτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ [τὸ] πεσὸν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Καὶ διὰ

  • τοῦτο εἴρηκε, φησίν· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ὅτι
  • ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα. Οὗτοι πάντες οἱ αἰῶνες οἵ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλυες. Αὐξηθέντες οὖν καὶ μεγαλυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος,
  • τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος οἱ πάντες, εἰς ἕνα ὁμοῦ
  • γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν, γέννημα κοινὸν οἱ πάντες ἐγέννησαν ἐκ παρθένου μιᾶς, τὸν ἐν μεσότητι Μαρίας σωτῆρα πάντων, ἰσοδύναμον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γεννητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν
  • ἡ συκῆ, ἐστὶν ἀγέννητον. Κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων
  • ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς, (γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι·) κεκόσμητο μὲν ἀνενδεὴς
  • πᾶσα ἡ νοητὴ φύσις, φῶς δὲ ἦν ἅπαντα ἐκεῖνα τὰ νοητὰ
  • καὶ αἰώνια, φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργόν, οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον, ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων, κατέλαμψεν ἄνωθεν
  • εἰς τὸ ὑποκείμενον χάος. Τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν
  • v.1.p.418
    ἐκείναις ἄνωθεν ταῖς πολυποικίλοις ἰδέαις, πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ἰδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν. Ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ
  • ὑποκείμενον κάτω σκότος κατειλημμένους, τήν τε δύναμιν τοῦ
  • σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς τοῦ φωτὸς ὁμοῦ καὶ ἄφθονον, οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι· ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι [στερέωμα]. Στερεώσας οὖν κάτωθεν, καὶ διεχώρισεν
  • ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός,
  • καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Πασῶν οὗν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων
  • ἐν τούτῳ τῷ κατωτάτῳ σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου
  • αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον, ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὗ λέγει Μωϋσῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν
  • ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος·
  • (βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ) βάτον δέ, φησίν, εἴρηκε Μωϋσῆς, ὅτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα. Οὐδὲν δὲ ἧττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται, φωνὴ γάρ ἐστι σημαντικὴ
  • τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος
  • οὐ γνωρίζεται. Οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομοθετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.

  • Οὗτος οὖν ὁ πυροειδὴς θεός, ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος,
  • πεποίηκε τὸν κόσμον οὕτως, ὡς φησὶ Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι.
    v.1.p.420
    Μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ
  • τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη
  • τῶν ψυχῶν· ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω ἐν σκότει διατελοῦσι, μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα. Ὅτι δὲ τοῦθ᾿ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος·
  • Καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα
  • καὶ οἰκίαν ἐξ οἰκίας, καὶ τοῦ σωτῆρος λέγοντος· Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὧτα ἀκούειν ἀκουέτω. Ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς
  • ἄφεσιν ἁμαρτιῶν. Τοιοῦτόν τινα τρόπον ὁ μονογενὴς υἱὸς
  • ἐκεῖνος, ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι, ῥύσασθαι κατελθὼν ἠθέλησεν. Εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες
  • οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως
  • κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄψεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον, ἐξικνεῖται μέχρις οὐρανοῦ, καὶ τῶν ἀστέρων ἐπιψαύσας τῶν ἐκεῖ πάλιν ἑαυτὸν συστέλλει ὑπὸ τοῖς βλεφάροις
  • τῆς ὄψεως ὅτε βούλεται. Καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως,
  • καὶ πανταχῆ γινόμενον καὶ πάντα, ἡμῖν ἐστιν ἀφανές, μόνον δὲ ὁρῶμεν ἡμεῖς ὄψεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένα εὐρὺν πολύπτυχον πολυκτηδόνα, χιτῶνα κερατοειδῆ, ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, καὶ εἴ
  • τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη
  • κέκρυπται. Οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον τοῦ τρίτου αἰῶνος αἰῶνα, καὶ γενόμενος ἐν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον τηλικοῦτος ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος,
  • ἀπιστούμενος. Ἵν᾿ οὖν, φασὶν οἱ Δοκηταί, καὶ τὸ σκότος
  • ἐπενδύσηται τὸ ἐξώτερον, τὴν σάρκα φησίν, ἄγγελος συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται. Ἐγεννήθη τὸ ἐξ αὐτῆς ὡς γέγραπται. Γεννηθὲν δὲ
    v.1.p.422
    ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς
  • ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην,
  • ἐλούσατο δὲ τύπον καὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿, ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα
  • πρὸς τὸ ξύλον, καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς
  • καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ᾿ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἐκτετυπωμένον σῶμα. Τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται
  • εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅτι τὸ γεγεννημένον
  • ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. Ἀπὸ τῶν τριάκοντα οὗν αἰώνων τριάκοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἔτη γέγονεν ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδίᾳ ἐνιαυτῷ φανερουμένου. Εἰσὶ δὲ καὶ ἀπὸ ἑκάστου τῶν τριάκοντα
  • αἰώνων ἅπασαι ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν
  • ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι. Διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ
  • ἄλλος ὁρώμενος ἀπ᾿ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησίν,
  • καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὅς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὃν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μὲν ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους. Οἱ μὲν οὗν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ
  • σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς
  • v.1.p.424
    δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.

  • Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι
  • πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως, οἳ περὶ ὕλης μὲν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντες, Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν, ὧν οὐ τὸ δοκεῖν εἶναι τινὰς κατανοοῦμεν ματαΐζοντας,
  • ἀλλὰ τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένην
  • διελέγχομεν εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾿ οὐ, κἂν τὸ μὴ ἑτέρους τυφλῶσαι, ὧν τὸ δόγμα πάλαι οἱ Ἑλλήνων σοφισταὶ προεσοφίσαντο κατὰ πολλά, ὡς ἔστιν ἐπιγνῶναι τοὺς ἐντυγχάνοντας. Ταῦτα μὲν οὖν τοῖς Δοκηταῖς τὰ δόξαντα.
  • Τίνα δὲ καὶ Μονοΐμῳ δοκεῖ, οὐ σιωπήσομεν.