Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Οἰκέτης ἐτύγχανε Καρποφόρου τινὸς ἀνδρὸς πιστοῦ
  • ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. Τούτῳ ὁ Καρποφόρος, ἅτε δὴ ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλάμενος κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ πισκινῇ πουπλικῇ, ᾧ οὐκ
  • ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν
  • προσχήματι τοῦ Καρποφόρου. Ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. Οὗ ταῦτα πράξαντος, οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ· ὁ δὲ ἔφη ἀπαιτεῖν λόγους παρ᾿ αὐτοῦ. Ταῦτα
  • συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος,
  • ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτῳ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχανε πλέον, ἀνέβη πλευσόμενος. Ἀλλ᾿ οὐδὲ οὕτως λαθεῖν δεδύνηται· οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ τὸ γεγενημένον.
  • Ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον
  • ὁρμᾶν κατὰ [τὰ] μεμηνυμένα· τοῦτο δὲ ἦν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. Τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὦν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι,
    v.1.p.454
    ἠφείδησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν
  • ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ναῦται καταπηδήσαντες
  • εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ ἀπὸ τῆς γῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο. Χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ
  • παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν
  • δραπέτην, φάσκοντες αὐτὸν ὁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον. Ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν — πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν
  • τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν — καὶ πεισθεὶς ἐκέλευσεν
  • ἐξαγαγεῖν αὐτόν. Ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι, καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε, καὶ σαββάτῳ σκηψάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας, ὥρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων, καὶ
  • στὰς κατεστασίαζεν αὐτῶν. Οἱ δὲ καταστασιασθέντες ὑπ᾿ αὐτοῦ,
  • ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως. Ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾳ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν ἐκώλυε καταστασιάζων ἡμῶν,
  • φάσκων εἷναι Χριστιανός. Τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος
  • τυγχάνοντος καὶ τοῖς ὑπ᾿ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα. Ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· Δέομαι, κύριε Φουσκιανέ, μὴ σὺ αὐτῷ πίστευε, οὐ γάρ ἐστι Χριστιανός,
  • ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας,
  • ὡς ἀποδείξω. Τῶν δὲ Ἰουδαίων ὑποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. Ὁ δὲ κινηθεὶς ὑπ᾿ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον
  • Σαρδονίας. Μετὰ χρόνον δὲ ἑτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα
  • ἡ Μαρκία ἔργον τι ἀγαθὸν ἐργάσασθαι, οὖσα φιλόθεος παλλακὴ Κομόδου, προσκαλεσαμένη τὸν μακάριον Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ᾿ ἐκεῖνο καιροῦ, ἐπηρώτα, τίνες
    v.1.p.456
    εἶεν ἐν Σαρδονίᾳ μάρτυρες. Ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα,
  • τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ τετολμημένα παρ᾿ αὐτοῦ.
  • Τυχοῦσα οὗν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπολύσιμον ἐπιστολὴν Ὑακίνθῳ τινὶ σπάδοντι πρεσβυτέρῳ, ὃς λαβὼν διέπλευσεν εἰς τὴν Σαρδονίαν, καὶ ἀποδοὺς τῷ κατ᾿ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἀπέλυσε
  • τοὺς μάρτυρας πλὴν τοῦ Καλλίστου. Ὁ δὲ γονυπετῶν καὶ δακρύων
  • ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. Δυσωπηθεὶς οὗν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον . . ., φάσκων θρέψας εἶναι Μαρκίας, τασσόμενος αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισθεὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον. Οὗ παραγενομένον ὁ Οὐΐκτωρ πάνυ ἤχθετο
  • ἐπὶ τῷ γεγονότι, ἀλλ᾿ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχασε· φυλασσόμενος
  • δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον (οὐ γὰρ ἦν μακρὰν τὰ ὑπ᾿ αὐτοῦ τετολμημένα), ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπτοντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι ἐκτροφῆς. Μεθ᾿ οὗ κοίμησιν Ζεφυρῖνος συναράμενον αὐτὸν
  • σχὼν πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε τῷ ἰδίῳ κακῷ,
  • καὶ τοῦτον μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. Ὧι ἀεὶ συνὼν καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων, ἐξηφάνισε μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα
  • αὐτῷ πρὸς ἃ ἥδετο ὁμιλοῦντος. Οὕτω μετὰ τὴν τοῦ Ζεφυρίνου
  • τελευτὴν νομίζων τετυχηκέναι οὗ ἐθηρᾶτο, τὸν Σαβέλλιον ἀπέωσεν ὡς μὴ φρονοῦντα ὀρθῶς, δεδοικὼς ἐμὲ καὶ νομίζων οὕτω δύνασθαι ἀποτρίψασθαι τὴν πρὸς τὰς ἐκκλησίας κατηγορίαν, ὡς μὴ ἀλλοτρίως φρονῶν. Ἦν οὖν γόης καὶ πανοῦργος
  • καὶ ἐπὶ χρόνῳ συνήρπασε πολλούς. Ἔχων δὲ καὶ τὸν ἰὸν ἐγκείμενον
  • ἐν τῇ καρδίᾳ, καὶ εὐθέως μηδὲν φρονῶν, ἅμα δὲ καὶ αἰδούμενος τὰ ἀληθῆ λέγειν, διὰ τὸ δημοσίᾳ ἡμῖν ὀνειδίζοντα
    v.1.p.458
    εἰπεῖν· δίθεοί ἐστε, ἀλλὰ καὶ διὰ τὸ ὑπὸ τοῦ Σαβελλίου συχνῶς κατηγορεῖσθαι ὡς παραβάντα τὴν πρώτην πίστιν, ἐφεῦρεν
  • αἵρεσιν τοιάνδε, λέγων τὸν λόγον αὐτὸν εἶναι υἱόν, αὐτὸν
  • καὶ πατέρα ὀνόματι μὲν καλούμενον, ἓν δὲ ὂν τὸ πνεῦμα ἀδιαίρετον· οὐκ ἄλλο εἶναι πατέρα, ἄλλο δὲ υἱόν, ἓν δὲ καὶ τὸ αὐτὸ ὑπάρχειν· καὶ τὰ πάντα γέμειν τοῦ θείου πνεύματος τά τε ἄνω καὶ κάτω· καὶ εἶναι τὸ ἐν τῇ παρθένῳ σαρκωθὲν πνεῦμα οὐχ
  • ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ ἓν καὶ τὸ αὐτό. Καὶ τοῦτο εἶναι
  • τὸ εἰρημένον· Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; Τὸ μὲν γὰρ βλεπόμενον, ὅπερ ἐστὶν ἄνθρωπος, τοῦτο εἶναι τὸν υἱόν, τὸ δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα τοῦτο εἶναι τὸν πατέρα· οὐ γὰρ, φησίν, ἐρῶ δύο θεούς, πατέρα
  • καὶ υἱόν, ἀλλ᾿ ἕνα. Ὁ γὰρ ἐν αὐτῷ γενόμενος πατὴρ
  • προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν ἑνώσας ἑαυτῷ, καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν, καὶ τοῦτο ἕν ὂν πρόσωπον μὴ δύνασθαι εἶναι δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ· οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι
  • καὶ ἓν εἶναι πρόσωπον . . . ἐκφυγεῖν τὴν εἰς τὸν πατέρα
  • βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος, ὁ ἄνω κάτω σκεδάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται. Τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο
  • διδασκαλεῖον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ
  • πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ᾿ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. Ὁ γὰρ παρ᾿ ἑτέρῳ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν,
  • οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ τοῦ Καλλίστου
  • σχολῇ. Οὗ τῷ ὄρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοι τῆς ἐκκλησίας ὑφ᾿ ἡμῶν γενόμενοι, προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. Οὗτος
  • ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἁμάρτοι τι, εἰ καὶ πρὸς θάνατον,
  • v.1.p.460
    μὴ δεῖν κατατίθεσθαι. Ἐπὶ τούτου ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι εἰς κλήρους· εἰ δὲ καί τις ἐν κλήρῳ ὢν γαμοίη, μένειν τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς μὴ ἡμαρτηκότα· ἐπὶ τούτῳ φάσκων εἰρῆσθαι
  • τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον
  • οἰκέτην; Ἀλλὰ καὶ παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη λέγεσθαι· Ἄφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας. Ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα ἐκκλησίας ἔφη γεγονέναι, ἐν
  • ᾗ καὶ κύνες καὶ λύκοι καὶ κόρακες καὶ πάντα τὰ καθαρὰ καὶ
  • ἀκάθαρτα· οὕτω φάσκων δεῖν εἶναι ἐν ἐκκλησίᾳ ὁμοίως· καὶ ὅσα πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν οὕτως ἡρμήνευσεν, οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμασι διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς, ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι. Διὸ
  • καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις διὰ τὰς ἡδονάς, ἃς
  • οὐ συνεχώρησεν ὁ Χριστός· οὗ καταφρονήσαντες οὐδὲν ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. Καὶ γὰρ καὶ γυναιξὶν ἐπέτρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γε ἐκκαίοιντο ἀναξίᾳ, ἢ ἑαυτῶν ἀξίαν μὴ βούλοιντο καθαιρεῖν διὰ
  • τὸ νομίμως γαμηθῆναι, ἔχειν ἕνα ὃν ἂν αἱρήσωνται σύγκοιτον,
  • εἴτε οἰκέτην, εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς μὴ νόμῳ γεγαμημένην. Ἔνθεν ἤρξαντο ἐπιχειρεῖν πισταὶ λεγόμεναι ἀτοκίοις φαρμάκοις καὶ περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν
  • τέκνον μήτε ἐξ εὐτελοῦς, διὰ τὴν συγγένειαν καὶ ὑπέρογκον οὐσίαν.
  • Ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων· καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν
    v.1.p.462
    ἑαυτοὺς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς.
  • Ἐπὶ τούτου πρώτως τετόλμηται δεύτερον αὐτοῖς βάπτισμα.
  • Ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο, οὐ διαμένει τὸ διδασκαλεῖον φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν, μὴ διακρῖνον, τίσι δεῖ κοινωνεῖν, πᾶσι δ᾿ ἀκρίτως προσφέρον τὴν κοινωνίαν· ἀφ᾿ οὖ καὶ τὴν τοῦ ὀνόματος μετέσχον ἐπίκλησιν καλεῖσθαι
  • διὰ τὸν πρωτοστατήσαντα τῶν τοιούτων ἔργων Κάλλιστον
  • Καλλιστιανοί.

    Τούτου κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας,

  • γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ
  • Καλλίστου, ἐπῆλθε τῇ Ῥώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον Ἠλχασαΐ, ἣν παρέδωκέ τινι λεγομένῳ Σοβιαΐ, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου, οὖ τὸ ὕψος σχοίνων κδ, ὃ γίνεται μίλια (??), τὸ
  • δὲ πλάτος αὐτοῦ σχοίνων δ, καὶ ἀπὸ ὤμου εἰς ὦμον σχοίνων
  • (??), τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοίνων (??) ἡμίσους, ἃ γίνεται μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου. Εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ἦς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα
  • υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι ἅγιον
  • πνεῦμα. Ταῦτα τερατολογῶν νομίζει ταράσσειν τοὺς μωρούς, λέγων λόγον τοῦτον· εὐηγγελίσθαι τοῖς ἀνθρώποις καινὴν ἄφεσιν ἁμαρτιῶν ἐπὶ Τραϊανοῦ βασιλείας τρίτῳ, καὶ βάπτισμα ὁρίζει, ὃ καὶ αὐτὸ διηγήσομαι, φάσκων τοὺς ἐν πάσῃ ἀσελγείᾳ
  • καὶ μιασμῷ καὶ ἀνομήμασιν ἐμφυρέντας, εἰ καὶ πιστὸς εἴη, ἐπιστρέψαντα
  • καὶ τῆς βίβλου κατακούσαντα καὶ πιστεύσαντα, ὁρίζει
    v.1.p.464
    βαπτίσματι λαμβάνειν ἄφεσιν ἁμαρτιῶν. Ταῦτα δὲ ἐτόλμησε τεχνάσαι τὰ πανουργήματα ἀπὸ τοῦ προειρημένου δόγματος ἀφορμὴν λαβών, οὗ προεστήσατο Κάλλιστος. Ἡδομένους γὰρ
  • κατανοήσας πολλοὺς ἐπὶ τοιαύτῃ ἐπαγγελίᾳ εὐκαίρως ἐνόμισεν
  • ἐπιχειρεῖν. Καὶ τούτῳ δὲ ἡμεῖς ἀντιστάντες οὐκ εἰάσαμεν ἐπιπολὺ πλανηθῆναι πολλούς, ἐλέγξαντες εἶναι τοῦτο πνεύματος νόθου ἐνέργειαν καὶ ἐπίνοιαν πεφυσιωμένης καρδίας, καὶ τοῦτον λύκου δίκην ἐπεγηγερμένον πλανωμένοις προβάτοις πολλοῖς,
  • ἃ ἀποπλανῶν διεσκόρπισεν ὁ Κάλλιστος. Ἀλλ᾿ ἐπεὶ ἠρξάμεθα,
  • καὶ τὰ τούτου δόγματα οὐ σιωπήσομεν· εἰς φανερόν τε ἀγαγόντες πρότερον τὸν βίον, καὶ δείξαντες τὴν νομιζομένην ἄσκησιν προσποιητὴν ὑπάρχουσαν, αὖθις καὶ τῶν ῥητῶν κεφάλαια παραθήσομαι, ἵνα τοῖς αὐτοῦ ἐγγράφοις ὁ ἐντυγχάνων ἐνατενίσας
  • ἐπιγνοίη, τίς καὶ ὁποία· εἴη ἡ τούτῳ τετολμημένη αἵρεσις.
  • Οὗτος νόμου πολιτείαν προβάλλεται δελεάσματος δίκην, φάσκων δεῖν περιτέμνεσθαι καὶ κατὰ νόμον ζῆν τοὺς πεπιστευκότας, ἀποσπῶν τινα τῶν προειρημένων αἱρέσεων. Τὸν Χριστὸν δὲ λέγει ἄνθρωπον κοινῶς πᾶσι γεγονέναι, τοῦτον δὲ

  • οὐ νῦν πρώτως ἐκ παρθένου γεγεννῆσθαι, ἀλλὰ καὶ πρότερον,
  • καὶ αὗθις πολλάκις γεννηθέντα καὶ γεννώμενον πεφηνέναι καὶ φύεσθαι, ἀλλάσσοντα γενέσεις καὶ μετενσωματούμενον, ἐκείνῳ τῷ Πυθαγορείῳ δόγματι χρώμενος. Τοσοῦτον δὲ πεφυσίωνται, ὡς καὶ προγνωστικοὺς ἑαυτοὺς λέγειν, δηλονότι μέτροις καὶ
  • ἀριθμοῖς τῆς προειρημένης Πυθαγορείου τέχνης ἀφορμαῖς χρωμένους.
  • Οὗτοι καὶ μαθηματικοῖς καὶ ἀστρολογικοῖς καὶ μαγικοῖς προσέχουσιν ὡς ἀληθέσι, καὶ τούτοις χρώμενοι ταράσσουσι τοὺς ἄφρονας νομίζειν αὐτοὺς λόγου δυνατοῦ μετέχειν· ἐπαοιδάς τε καὶ ἐπιλόγους τινὰς διδάσκουσι πρός τε κυνοδήκτους καὶ
  • δαιμονιῶντας καὶ ἑτέραις νόσοις κατεχομένους, ὧν οὐδὲ ταῦτα
  • σιωπήσομεν. Ἱκανῶς οὗν τὰς ἀρχὰς αὐτῶν διηγησάμενος τάς τε αἰτίας τῶν τολμημάτων, παρελεύσομαι ἐπιδιηγησόμενος τὰ ἔγγραφα, δι᾿ ὧν εἴσονται οἱ ἐντυγχάνοντες τόν τε λῆρον καὶ τὰ ἄθεα αὐτῶν ἐπιχειρήματα.

    v.1.p.466

  • Τὸ μὲν οὖν βάπτισμα τοῖς ἀπ᾿ αὐτ . . . ένοις οὕτως
  • παραδίδωσι, τοιάδε λέγων τοῖς ἀπατωμένοις· Εἴ τις οὗν, τέκνα, ἐπλησίασεν οἱῳδήποτε ζῴῳ ἢ ἄρρενι ἢ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐμοίχευσεν ἢ ἐπόρνευσε, καὶ θέλει ἄφεσιν
  • λαβεῖν τῶν ἁμαρτιῶν, ἀφ᾿ οὗ ἂν ἀκούσῃ τῆς βίβλου
  • ταύτης, βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ αὐτοῦ, τοῦ μεγάλου βασιλέως, καὶ καθαρισάτω καὶ ἁγνευσάτω καὶ ἐπιμαρτυρησάσθω ἑαυτῷ τοὺς ἑπτὰ μάρτυρας γεγραμμένους
  • ἐν τῇ βίβλῳ ταύτῃ, τὸν οὐρανὸν καὶ τὸ
  • ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. Ταῦτα τὰ θαυμάσια μυστήρια τοῦ Ἠλχασαΐ τὰ ἀπόρρητα καὶ μεγάλα, ἃ παραδίδωσι τοῖς ἀξίοις μαθηταῖς· οἷς οὐκ ἀρκεῖται
  • ὁ ἄνομος, ἀλλ᾿ ἐπὶ δύο καὶ τριῶν μαρτύρων ἐνσφραγίζει τὰ
  • ἑαυτοῦ κακά, πάλιν οὕτως λέγων· Πάλιν λέγω, ὦ μοιχοὶ καὶ μοιχαλίδες καὶ ψευδοπροφῆται, ἐὰν θέλητε ἐπιστρέψαι ἵνα ἀφεθήσωνται ὑμῖν αἱ ἁμαρτίαι, καὶ ὑμῖν εἰρήνη καὶ μέρος μετὰ τῶν δικαίων, ἀφ᾿ οὗ ἂν
  • ἀκούσητε τῆς βίβλου ταύτης καὶ βαπτισθῆτε ἐκ δευτέρου
  • σὺν τοῖς ἐνδύμασιν. Ἀλλ᾿ ἐπεὶ ἐπαοιδαῖς τούτους εἴπομεν χρῆσθαι ἐπί τε κυνοδήκτων καὶ ἑτέρων, δείξομεν· λέγει δὲ οὕτως· Ἄν τιν᾿ οὖν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος, ἐν ᾧ ἐστι
  • πνεῦμα διαφθορᾶς, δάκῃ ἢ περισχίσῃ ἢ προσψαύσῃ,
  • ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὅπου ἂν ᾖ τόπος βαθύς, βαπτισάσθω [σὺν] παντὶ τῷ φορέματι αὐτοῦ καὶ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας
  • πίστει, καὶ τότε ἐπιμαρτυρησάσθω τοὺς ἑπτὰ
  • μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ. Ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. Τούτους τοὺς ἑπτὰ
    v.1.p.468
  • μάρτυρας μαρτύρομαι, ὅτι οὐκέτι ἁμαρτήσω, οὐ μοιχεύσω,
  • οὐ κλέψω, οὐκ ἀδικήσω, οὐ πλεονεκτήσω, οὐ μισήσω, οὐκ ἀθετήσω, οὐδὲ ἐν πᾶσι πονηροῖς εὐδοκήσω. Ταῦτα οὖν εἰπὼν βαπτισάσθω σὺν παντὶ τῷ φορέματι αὐτοῦ ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου
  • θεοῦ.
  • Ἕτερα δὲ πλεῖστα φλυαρεῖ, ταὐτὰ καὶ ἐπὶ φθισικοῖς ἐπιλέγειν διδάσκων καὶ βαπτίζεσθαι ἐν ψυχρῷ τεσσαρακοντάκις ἐπὶ ἡμέρας ἑπτὰ ὁμοίως καὶ ἔτι δαιμονῶντας. Ὤ σοφίας ἀμιμήτου καὶ ἐπαοιδῶν δυνάμεων μεμεστωμένων! Τίς οὐκ ἐκπλαγήσεται

  • τῇ τοιαύτῃ καὶ τοσαύτῃ δυνάμει τῶν λόγων; Ἀλλ᾿ ἐπειδὴ
  • καὶ ἀστρολογικῇ πλάνῃ κεχρῆσθαι αὐτοὺς ἔφημεν, ἐξ αὐτῶν δείξομεν· φησὶ γὰρ οὕτως· Εἰσὶν ἀστέρες πονηροὶ τῆς ἀσεβείας. Τοῦτο νῦν ὑμῖν εἴρηται, εὐσεβεῖς καὶ μαθηταί· φυλάσσεσθε ἀπὸ τῆς ἐξουσίας τῶν ἡμερῶν
  • ἀρχῆς αὐτῶν καὶ μὴ ποιεῖτε τὴν καταρχὴν τῶν ἔργων
  • ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ μὴ βαπτίζετε ἄνδρα ἢ γυναῖκα ἐν ταῖς ἡμέραις τῆς ἐξουσίας αὐτῶν, ὁπόταν διαπορεύηται ἐξ αὐτῶν ἡ σελήνη καὶ συνοδεύῃ αὐτοῖς. Αὐτὴν τὴν ἡμέραν φυλάσσεσθε,
  • ἕως οὗ ἐκπορεύεται ἀπ᾿ αὐτῶν, καὶ τότε βαπτίζετε
  • καὶ ἐνάρχεσθε ἐν πάσῃ ἀρχῇ τῶν ἔργων ὑμῶν. Ἔτι δὲ τιμήσατε τὴν ἡμέραν τοῦ σαββάτου, ἐπειδή ἐστιν ἡμέρα μία ἐξ αὐτῶν. Ἀλλὰ καὶ τὴν τρίτην σαββάτου φυλάσσεσθε μὴ κατάρχεσθαι, ἐπειδὴ πάλιν
  • πληρουμένων τριῶν ἐτῶν Τραϊανοῦ Καίσαρος,
  • ἀφότε ὑπέταξεν ἑαυτοῦ τῇ ἐξουσίᾳ τοῦς Πάρθους, [ὅτε ἐπληρώθη τρία ἔτη] ἀγρίζεται ὁ πόλεμος μεταξὺ τῶν ἀγγέλων τῆς ἀσεβείας τῶν ἄρκτων· διὰ τοῦτο ταράσσονται πᾶσαι βασιλεῖαι τῆς ἀσεβείας.

  • Ταῦτα τοίνυν τὰ μεγάλα καὶ ἀπόρρητα μυστήρια ἄλογον
  • ἡγούμενος καταπατεῖσθαι ἢ εἰς πολλοὺς παραδίδοσθαι, συμβουλεύει ὡς πολυτελεῖς μαργαρίτας φυλάσσειν οὕτω λέγων·
    v.1.p.470
    Τοῦτον δὲ τὸν λόγον μὴ ἀναγινώσκετε πᾶσιν ἀνθρώποις, καὶ ταύτας τὰς ἐντολὰς φυλάξατε ἐπιμελῶς,
  • ὅτι οὐ πάντες ἄνδρες πιστοὶ οὐδὲ πᾶσαι γυναῖκες
  • ὀρθαί. Ταῦτα δὲ οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοῖς ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν. Εἰ γὰρ τετυχήκει κατ᾿ ἐκεῖνο καιροῦ Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς
  • λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερεῦσιν ἔχουσι
  • τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, ἃ τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ; Δοκεῖ τοίνυν ἱκανὰ εἶναι πρὸς ἐπίγνωσιν τὰ εἰρημένα τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις· διὸ πλείοσι ῥητοῖς οὐκ ἔδοξε
  • χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις. Ἀλλ᾿ ἐπεὶ μηδὲ
  • ταῦτα παρελείπομεν τὰ ἐφ᾿ ἡμῶν ἐπεγηγερμένα, τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ, ἵνα διὰ πάντων ὧμεν πεπορευμένοι [καὶ] μηδὲν ἀνεκδιήγητον καταλείπωμεν, εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων [ἔθη], καὶ τίνες αἱ ἐν τούτοις διαφοραί· ἔτι γὰρ
  • ταῦτα νομίζω παραλείπεσθαι, ἃ μηδὲ αὐτὰ σιωπήσας ἐπὶ τὴν
  • ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἱρέσεων λόγου ἐπὶ [τὸν] τῆς βασιλείας στέφανον ὁρμήσαντες εὐσεβῶς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.

  • Ἰουδαίων μὲν ἀρχῆθεν ἓν ἦν ἔθος· εἷς γὰρ ὁ τούτοις
  • δοθεὶς παρὰ θεοῦ διδάσκαλος Μωσῆς, καὶ εἷς ὁ διὰ τούτου νόμος, μία δὲ ἔρημος χώρα, καὶ ἓν ὄρος τὸ Σινᾶ· εἷς γὰρ ὁ τούτοις νομοθετήσας θεός. Αὗθις δὲ διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ τὴν δορύκτητον γῆν κληρονομήσαντες διαφόρως
  • τὸν τοῦ θεοῦ νόμον διέσπασαν, ἄλλος ἄλλως ἐπινοῶν τὰ
  • εἰρημένα, καὶ οὕτως διδασκάλους ἑαυτοῖς ἐπεγείραντες, δόξας αἱρέσεων ἐφευρόντες εἰς μερισμὸν ἐχώρησαν, ὧν τὴν διαφορὰν ἐκθήσομαι. Εἰ δὲ καὶ εἰς πλεῖστα μέρη διεσπάσθησαν τῷ μακρῷ χρόνῳ, ἀλλά γε τὰ κεφαλαιωδέστερα αὐτῶν ἐκθήσομαι,
  • δι᾿ ὧν καὶ τὰ λοιπὰ οἱ φιλομαθεῖς εἴσονται εὐκόλως. Τρία
  • γὰρ παρ᾿ αὐτοῖς εἴδη διαιρεῖται, καὶ τοῦ μὲν αἱρετισταὶ εἰσὶ
    v.1.p.472
    Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, ἕτεροι δὲ Ἐσσηνοί. Οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι φιλάλληλοι ὄντες καὶ ἐγκρατεῖς, πάσης
  • τε ἐπιθυμίας ἔργον ἀποστρέφονται, ἀπεχθῶς καὶ πρὸς [τὸ]
  • τὰ τοιαῦτα ἀκοῦσαι ἔχοντες, γάμον τε ἀπαγορεύουσι, τοὺς δὲ ἀλλοτρίους παῖδας ἀναλαμβάνοντες τέκνα ποιοῦνται καὶ πρὸς τὰ ἴδια ἤθη ἄγουσιν, οὕτως ἀνατρέφοντες καὶ ἐπὶ τοῖς μαθήμασι προβιβάζοντες, οὐ τὸ γαμεῖν κωλύοντες, ἀλλ᾿ αὐτοὶ γάμου
  • ἀπεχόμενοι. Γυναῖκας δέ, εἰ καὶ τῇ αὐτῇ προαιρέσει βούλοιντο
  • προσέχειν, οὐ προσδέχονται, κατὰ μηδένα τρόπον γυναιξὶ πιστεύοντες.

    Καταφρονοῦσι δὲ πλούτου, καὶ τὸ πρὸς τοὺς δεομένους κοινωνεῖν οὐκ ἀποστρέφονται, ἀλλ᾿ οὐδέ τις παρ᾿ αὐτοῖς

  • ὑπὲρ τὸν ἕτερον πλουτεῖ. Νόμος γὰρ παρ᾿ αὐτοῖς τὸν προσιόντα
  • τῇ αἱρέσει τὰ ὑπάρχοντα πωλοῦντα τῷ κοινῷ προσφέρειν, ἃ ὑποδεχόμενος [ὁ] ἄρχων διανέμει ἅπασι πρὸς τὰ δέοντα. Οὕτως οὐδεὶς ἐνδεὴς παρ᾿ αὐτοῖς. Ἐλαίῳ δὲ οὐ χρῶνται, μολυσμὸν ἡγούμενοι τὸ ἀλείφεσθαι. Χειροτονοῦνται δὲ οἱ
  • ἐπιμεληταὶ οἱ πάντων κοινῶν φροντίζοντες, πάντες δὲ ἀεὶ λευχειμονοῦσι.
  • Μία δὲ αὐτῶν οὐκ ἔστι πόλις, ἀλλ᾿ ἐν ἑκάστῃ μετοικοῦσι πολλοί. Καὶ εἴ τις ἀπὸ ξένης παρῇ τῶν αἱρετιστῶν,

    v.1.p.474
    πάντα αὐτῷ κοινὰ ἡγοῦνται, καὶ οὓς οὐ πρότερον ᾔδεσαν, ὡς
  • οἰκείους καὶ συνήθεις προσδέχονται. Περιΐασι δὲ τὴν πατρῴαν
  • γῆν, ἑκάστοτε ἀποδημοῦντες μηδὲν φέροντες πλὴν ὅπλου. Ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. Καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον· χιτῶνας δὲ δύο ἢ διπλᾶς
  • ὑποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε
  • ἕτερα προσίενται. Οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, ὃ δ᾿ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.

    Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι·

  • καὶ οὕτω προελθόντες ἕκαστοι ἐφ᾿ ὃ βούλονται πράττουσι, καὶ
  • ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν. Ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν (οὐδεὶς
  • δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴκῳ), καὶ περὶ ἀριστοποιΐαν
  • χωροῦσι. Καθισάντων δὲ κατὰ τάξιν μεθ᾿ ἡσυχίας
    v.1.p.476
    προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. Οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. Μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν,
  • ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν. Ἔπειτα
  • τὰς ἐσθῆτας, ἃς ἔνδον συνεστιώμενοι ἀμφιέννυνται, ἀποθέμενοι ὡς ἱεράς, εἰσὶ δὲ λιναῖ, τὰς ἐν τῇ προόδῳ πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης. Δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες. Οὐδεὶς δὲ
  • πώποτε κραυγάσει, ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή,
  • ἠρέμα δὲ ἕκαστοι λαλοῦντες, εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. Νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.

  • Πάντες μὲν οὗν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα
  • κελεύσει ὡς νόμῳ πείθονται. Ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν τοῖς καταπονουμένοις. Πρὸ δὲ πάντων ὀργῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. Οὐδεὶς δὲ ὄμνυσι παρ᾿ αὐτοῖς, ὅσα δ᾿
  • ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. Εἰ δὲ ὀμόσει
  • τις, καταγινώσκεται ὡς μὴ πιστευθείς. Σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι
    v.1.p.478
    σύνταγμα εἴη πιστῶν. Πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας,
  • φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.
  • Τοῖς δὲ βουλομένοις τῇ αἱρέσει μαθητεύειν οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, εἰ μὴ πρότερον δοκιμάσωσιν, ἐπ᾿ ἐνιαυτὸν δὲ τὰς ὁμοίας τροφὰς παρατιθέασιν ἔξω τῆς ἑαυτῶν συνόδου οὖσιν ἐν ἑτέρῳ οἴκῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν

  • περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. Ἐπειδὰν τούτῳ τῷ χρόνῳ
  • πεῖραν ἐγκρατείας δῷ, πρόσεισιν ἔγγιον τῇ διαίτῃ, καὶ καθαρωτέρως ἀπολούεται ἢ τὸ πρότερον· οὐδέπω δὲ σὺν αὐτοῖς τροφῆς μεταλαμβάνει. Μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου τὸ ἦθος,
  • καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς κρίνεται. Πρὶν δὲ αὐτοῖς
  • συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά, μηδένα δὲ μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, συναγωνίζεσθαι
  • ἀεὶ τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι παρέξειν, μάλιστα τοῖς κρατοῦσιν·
  • οὐ γὰρ δίχα θεοῦ συμβαίνειν τινὶ τὸ ἄρχειν· κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν ἐξουσίᾳ, μηδὲ ἀπειθήσειν ἢ τινὶ κόσμῳ πλεῖον τοῦ ἔθους χρήσασθαι· φιλαλήθη
    v.1.p.480
    δὲ εἶναι, τὸν δὲ ψευδόμενον ἐλέγχειν, μηδὲ κλέπτειν, μηδὲ
  • συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν, μηδὲν ἀποκρύπτειν τοὺς
  • συναιρεσιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. Πρὸς τούτοις ὄμνυσι μηδενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.

    Τοιούτοις οὖν ὅρκοις δεσμεύουσι τοὺς προσερχομένους.

  • Εἰ δέ τις ἐν ἁμαρτήματί τιν[ι καταγνωσθ]ῇ, ἀποβάλλεται
  • τοῦ τάγματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾿ ὅτε διαφθείρεται. Τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν. Ἔσθ᾿ ὅτε οὖν τὸ σῶμα λιμῷ διαφθείρουσιν, [ὅθ]εν ἐν ἐσχάτοις
  • ποτὲ ἐλεοῦσι πολλοὺς ἤδη ἐκλείποντας, αὐτῶν ἱκανὴν μέχρι
  • θανάτου ἐπιτιμίαν ἡγούμενοι.

    Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάζουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ᾿ αὐτῶν ἀκίνητον. Τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν,

  • καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. Τοῖς δὲ ἄρχουσι
  • καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. Εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς, εἰ μὴ τοῖς ἐννέα δόξει. Καὶ
    v.1.p.482
    τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ
  • τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων.
  • Οὐ μόνον γὰρ τροφὰς αὑτοῖς προπαρασκευάζονται μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ᾿ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται. Ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατίσαι θέλοιεν, βόθρον
  • ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι (τοιοῦτον γάρ ἐστι τὸ ἀξινάριον,
  • ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι), καὶ περικαλύψαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς, ἔπειτα τὴν ἀνασκαφεῖσαν γῆν ἐπεμβάλλουσιν εἰς τὸν βόθρον, καὶ τοῦτο ποιοῦσιν ἐκλε[γό]μενοι [τοὺς] ἐρημοτέρους
  • τόπους. Ἐπὰν δὲ τοῦτ[ο ποιήσωσ]ιν, εὐθὺς ἀπολούονται ὡς
  • μιαινούσης τῆς ἐκκρίσεως.

    Διῄρηνται δὲ [κα]τὰ [χρ]όνον καὶ οὐχ ὁμοίως τὴν ἄσκησιν φυλάττουσιν, εἰς τέσσαρα μέρη διαχωρισθέντες. Ἕτεροι γὰρ αὐτῶν τὰ ὑπὲρ τὸ δέον ἀσκοῦσιν, ὡς μηδὲ νόμισμα βαστάζειν,

  • λέγοντες μὴ δεῖν εἰκόνα ἢ φέρειν ἢ ὁρᾶν ἢ ποιεῖν.
  • Διὸ οὐδὲ εἰς πόλιν τις αὐτῶν εἰσπορεύεται, ἵνα μὴ διὰ πύλης εἰσέλθῃ, ἐφ᾿ ᾗ ἀνδριάντες ἔπεισιν, ἀθέμιτον τοῦτο ἡγούμενοι τὸ ὑπὸ εἰκόνας παρελθεῖν. Ἕτεροι δὲ ἐπὰν ἀκούσωσί τινος περὶ θεοῦ διαλεγομένου καὶ τῶν τούτου νόμων, εἰ ἀπερίτμητος
  • εἴη, παραφυλάξας τὸν τοιοῦτον ἐν τόπῳ τινὶ μόνον, φονεύειν
  • ἀπειλεῖ εἰ μὴ περιτμηθείη· ὃς εἰ μὴ βούλοιτο πείθεσθαι, οὐ φείδεται, ἀλλὰ καὶ σφάζει. Ὅθεν ἐκ τοῦ συμβαίνοντος τὸ ὄνομα προσέλαβον, Ζηλωταὶ καλούμενοι, ὑπό τινων δὲ Σικάριοι. Ἕτεροι δὲ αὐτῶν οὐδένα κύριον ὀνομάζουσι πλὴν τὸν θεόν, εἰ καὶ
  • αἰκίζοιτό τις ἢ καὶ ἀναιροῖτο. Τοσοῦτον δὲ οἱ μετέπειτα
  • v.1.p.484
    ἐλάττους τῇ ἀσκήσει γεγένηνται, ὥστε τοὺς τοῖς ἀρχαίοις ἔθεσιν ἐμμένοντας μηδὲ προσψαύειν αὐτῶν, ὧν εἰ ψαύσαιεν, εὐθέως ἀπολούονται, ὥς τινος ἀλλοφύλου ψαύσαντες. Εἰσὶ δὲ καὶ μακρόβιοι οἱ πλεῖστοι, ὥστε καὶ πλέον ἑκατὸν ἔτεσι ζῆν. Φασὶν
  • οὖν εἶναι αἴτιον τό τε τῆς ἄκρας θεοσεβείας καὶ τῷ καταγνωσθῆναι
  • ἀμέτρως προσφέρεσθαι ἐγκρατιστὰς εἶναι καὶ ἀοργήτους. Θανάτου δὲ καταφρονοῦσι χαίροντες, ἡνίκα μετὰ συνειδήσεως ἀγαθῆς τελευτῶσιν· εἰ δὲ καὶ αἰκίζοιτό τις τοὺς τοιούτους, ἵνα ἢ τὸν νόμον δυσφημήσῃ ἢ εἰδωλόθυτον φάγῃ, οὐ π[οι]ήσει
  • ὑπομένων θανεῖν καὶ βασάνους βαστάσαι, ἵνα τὸ συνειδὸς μὴ
  • παρέλθῃ.

    Ἔρρωται δὲ παρ᾿ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμολογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή, ἣν χωρισθεῖσαν

  • νῦν φασιν εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν ἀναπαύεσθαι
  • ἕως κρίσεως, ὃν χῶρον Ἕλληνες ἀκούσαντες μακάρων νήσους ὠνόμασαν. Ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλοὶ τῶν Ἑλλήνων σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο. Ἔστι
    v.1.p.486
    γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων
  • ἐθνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας
  • ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεσίας, ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾿ Αἰγυπτίοις τούτοις μαθητευθέντες παρέλαβον. Λέγουσι δὲ καὶ κρίσιν ἔσεσθαι
  • καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι
  • εἰσαεί. Ἀσκεῖται δὲ ἐν αὐτοῖς τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα.

    Ἔστι μὲν οὗν καὶ ἕτερον Ἐσσηνῶν τάγμα, τοῖς μὲν αὐτοῖς ἤθεσι καὶ διαίτῃ χρώμενοι, ἑνὶ δὲ τούτων ἐνδιαλλάττουσι,

  • τῷ γαμεῖν, δεινόν τι λέγοντες δρᾶν τοὺς ἀ[πο]ποιήσαντας
  • γάμου· πρὸς τὴν ἀναίρεσιν τοῦ βίου γίνεσθαι τοῦτο, καὶ μὴ δεῖν ἐκκόπτειν τὴν τῶν τέκνων διαδοχὴν φάσκοντες, ὡς εἰ πάντες τοῦτο φρονήσειαν, ἐκκοπήσεσθαι ῥᾳδίως τὸ πᾶν γένος ἀνθρώπων. Δοκιμάζουσι μέντοι τριετίᾳ τὰς γαμετάς· ἐπὰν δὲ
  • τρὶς καθαρθῶσιν εἰς [πεῖρα]ν τοῦ δύνασθαι τίκτειν, οὕτως
  • ἄγονται. Ταῖς ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐπιδεικνύμενοι τὸ μὴ δι᾿ ἡδονὴν γαμεῖν, ἀλλὰ διὰ τέκνων χρείαν. Ὁμοίως δὲ καὶ αἱ γυναῖκες ἀπολούονται καὶ αὐταὶ ἐπένδυμα ἐνδυόμεναι λινοῦν, ὃν τρόπον οἱ ἄνδρες τὰ περιζώματα. Ταῦτα μὲν οὖν [τὰ]
  • κατὰ Ἐσσηνούς.
  • Ἕτεροι δὲ καὶ αὐτοὶ τῶν Ἰουδαίων ἐθῶν ἀσκηταὶ καὶ κατὰ

    v.1.p.488
    γένος καὶ κατὰ νόμους Φαρισαῖοι καλούμενοι, ὧν τὸ μὲν πλεῖστον μέρος ἐστὶ κατὰ πάντα τόπον, πάντων μὲν Ἰουδαίων καλουμένων, διὰ δὲ τὰς ἰδίως δοξαζομένας γνώμας ὀνόμασι κυρίοις
  • ἐπικαλουμένων. Οὗτοι μὲν οὗν τὴν ἀρχαίαν παράδοσιν
  • διακρατοῦντες, ἐπὶ τοῖς κατὰ νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπὶ νεῖκος ἐξετάζοντες διαμένουσι· τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες. Οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν
  • εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης,
  • θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. Οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰσαεὶ
  • κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.
  • Ταῦτα μὲν οὗν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, [καὶ] τὸ[ν θεὸν] μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. Ἀνάστασιν δὲ ἀρνοῦνται οὐ

  • μόνον σαρκός, ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι· [ταύτῃ
  • δὲ] εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ τούτῳ πληροῦσθαι τὸν τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ
  • ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν
  • τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα. Ὅ,τι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακόν, ἀνθρώποις κἂν διαλλαχθῇ,
    v.1.p.490
    κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅ,τι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ θεῷ
  • μηδὲν τῶν κατὰ ἕνα. Καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ
  • Σαδδουκαῖοι φίλαυτοι. Αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. Καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἵνα καλῶς βιώσῃ καὶ τέκνα
  • ἐπὶ γῆς καταλείπῃ. Προφήταις δὲ οὐ προσέχουσιν, ἀλλ᾿ οὐδὲ
  • ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. Ταῦτα μὲν οὖν, ἃ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.

    Ἐπεὶ τοίνυν καὶ τὰς παρὰ Ἰουδαίοις διαφορὰς ἐκτεθείμεθα,

  • εὔλογον δοκεῖ καὶ τὴν ἄσκησιν τῆς τούτων θεοσεβείας
  • μὴ παρασιωπᾶν. Ἔστι μὲν οὖν ἡ κατὰ πάντας Ἰουδαίους κατὰ τὴν θεοσέβειαν πραγματεία τετραχῆ, θεολογική, φυσική, ἠθική, ἱερουργική. Καὶ τὸν μὲν θεὸν ἕνα εἶναι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ κ[ύριον], ποιήσαντα πάντα οὐ πρότερον
  • ὄ[ντα], οὐδὲ ἔκ τινος ὑποκειμένης συγχρόνου οὐσίας, ἀ[λλὰ θ]ελήσαντα
  • καὶ κτίσαντα, εἶναί τε ἀγγέλους, καὶ τούτους γενομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικὸν πρὸς δόξαν καὶ αἶνον θεῷ ἀεὶ παραμένον· τὰ πάντα δὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον. Ἤθους
  • τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ
  • τῶν νόμων ἐπιγνῶναι. Ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἦν παρ᾿ αὐτοῖς, ἀρχῆθεν, [οὐ] νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους. Ἱερουργικὴ δὲ
  • λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ
  • θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς
    v.1.p.492
    καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως
  • καὶ παραμόνως ἐλειτούργουν. Τούτων δέ τινα οἱ Σαδδουκαῖοι
  • ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν. Οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, [ὡς] ἐπιμένειν
  • τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ εἰ[ρημένα] περὶ τῆς παρουσίας
  • τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χριστὸν παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολογεῖν ἐληλυθέναι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες
  • ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν. Καὶ
  • τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν· ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὐκ ὄντα, εἰς ὃν τὰ μὲν σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, ὁμολογοῦσι, τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι· γένεσιν
  • μὲν γὰρ αὐτοῦ ἐσομένην λέγουσιν ἐκ γένους Δαβίδ, ἀλλ᾿
  • οὐκ ἐκ παρθένου καὶ ἁγίου πνεύματος, ἀλλ᾿ ἐκ γυναικὸς καὶ ἀνδρός, ὡς πᾶσιν ὅρος γεννᾶσθαι ἐκ σπέρματος, φάσκοντες τοῦτον ἐσόμενον βασιλέα ἐπ᾿ αὐτούς, ἄνδρα πολεμιστὴν καὶ δυνατόν, ὃς ἐπισυνάξας τὸ πᾶν ἔθνος Ἰουδαίων, πάντα τὰ
  • ἔθνη πολεμήσας, ἀναστήσει αὐτοῖς τὴν Ἱερουσαλὴμ πόλιν βασιλίδα,
  • εἰς ἣν ἐπισυνάξει ἅπαν τὸ ἔθνος, καὶ πάλιν ἐπὶ τὰ ἀρχαῖα ἔθη ἀποκαταστήσει βασιλεῦον καὶ ἱερατεῦον καὶ κατοικοῦν ἐν πεποιθήσει ἐν χρόνοις ἱκανοῖς· ἔπειτα ἐπαναστῆναι κατ᾿ αὐτῶν πόλεμον ἐπισυναχθέντων· ἐν ἐκείνῳ τῷ πολέμῳ πεσεῖν
  • τὸν Χριστὸν ἐν μαχαίρῃ, ἔπειτα μετ᾿ οὐ πολὺ τὴν συντέλειαν
  • καὶ ἐκπύρωσιν τοῦ παντὸς ἐπιστῆναι, καὶ οὕτως τὰ περὶ τὴν ἀνάστασιν δοξαζόμενα ἐπιτελεσθῆναι, τάς τε ἀμοιβὰς ἑκάστῳ κατὰ τὰ πεπραγμένα ἀποδοθῆναι.

    Δοκεῖ μὲν ἡμῖν ἱκανῶς τὰ πάντων Ἑλλήνων τε καὶ

  • βαρβάρων δόγματα ἐκτεθεῖσθαι, μηδὲν δὲ ἀπολελοιπέναι μήτε
  • v.1.p.494
    τῶν φιλοσοφουμένων μήτε τῶν ὑπὸ αἱρετικῶν φ[ασκο]μένων ἀναπόδεικτον, οἷς ἐξ αὐτῶν τῶν ἐκτεθέντων φανερὸς γεγένηται ὁ ἔλεγχος ἢ κλεψιλογησάντων ἤ τινα ἐρανισαμένων αὐτὰ τὰ ὑπὸ Ἑλλήνων πεπονημένα παραθεμένων ὡς θεῖα. Διὰ πάντων
  • οὖν διαδραμόντες καὶ μετὰ πολλοῦ πόνου ἐν ταῖς ἐννέα
  • βίβλοις τὰ πάντα δόγματα ἐξειπόντες, πᾶσί τε ἀνθρώποις ἐφόδιον ἐν βίῳ μικρὸν καταλιπόντες, καὶ τοῖς παροῦσιν οὐκ ὀλίγης χαρᾶς καὶ θυμηδίας φιλομάθειαν παρασχόντες, εὔλογον ἡγούμεθα ὥσπερ κορυφὴν τοῦ παντὸς [τὸν] περὶ ἀληθείας λόγον
  • ἐπενέγκαι, καὶ τοῦτον ἐν μιᾷ βίβλῳ τῇ δεκάτῃ περιγράψαι,
  • ὅπως ὁ ἐντυγχάνων μὴ μόνον ἀνατροπὴν τῶν τετολμηκότων αἱρέσεις συστήσασθαι ἐπιγνοὺς καταφρονήσῃ τῶν ματαίων, ἀλλὰ καὶ τὴν τῆς ἀληθείας δύναμιν ἐπιγνοὺς ἀξίως θεῷ πιστεύσας σωθῆναι δυνηθῇ.