Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • . .[μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται.
  • Περὶ ὧν οὐχ ἡ τυχοῦσα] παρ᾿ αὐτοῖς ἐστι κατὰ [τοὺς πίνακας διαφωνία. Δορυφορεῖσθαι δὲ] ἀστέρας λέγουσιν, ὅ[ταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ] ζῳδίων, οἷον, ἐὰν τοῦ
  • αὐτ[οῦ ζῳδίου ὃς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας,] ὃς
  • δὲ [τὰς τελευταίας, ὃς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν] μέσῳ ὑπὸ τῶν τὰς ἐπ᾿ ἄκροις ἐπεχόντων μοίρας. [Ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις] ὡς οἱ κατὰ τρίγωνον ἢ τετράγωνον φαινόμενοι· κατὰ τρίγωνον
  • μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους οἱ ἐπὶ
  • τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ δυεῖν· κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά[σχει καὶ τοῖς ὑποκει]μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. Ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς ἂν
  • μὴ μίαν καὶ τ[ὴν] αὐτὴν ἐχόντων ἕνωσιν.
  • Τούτοις χρησάμενοι Εὐφράτης ὁ Περ[ατικὸς] καὶ Ἀκεμβὴς ὁ Καρύστιος καὶ ὁ λοιπὸς τούτων χορὸς τῷ λόγῳ [τῷ] τῆς ἀληθείας ἐπονομάσαντες αἰώνων στάσιν καὶ ἀπόστασιν ἀ[γαθῶν] δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν

  • προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα
  • πλεῖστα ὀνόματα· ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι
    v.1.p.52
    καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν. Νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τὰ τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν μάθησιν,
  • οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι᾿ ὀλίγων παραθεῖναι,
  • ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξαφανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια, ἢ ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐ[π]έχομεν, ἀλλ᾿ ἐκ τῆς τῶν πρακτικῶν λόγων [γνώ]σεως. Οἱ ταύτην τὴν μάθησιν ἠσκηκότες
  • Χαλδαίων γενόμενοι ὁμιληταὶ ὡς ξένα τοῖς ἀνθρώποις καὶ
  • θαυμάσια μεταδιδόντες μυστήρια τοῖς ὀνόμασιν ἐναλλάξαντες αἵρεσιν ἔνθεν συνεστήσαντο· ἀλλ᾿ ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖς τε παρ᾿ αὐτῶν μαρτυρίαις χρώμενοι τὰ ἐπιχειρούμενα δι᾿ αὐτῶν πιστεύεσθαι θέλουσι, τανῦν
  • καθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις
  • μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν ὡς κλάδον ἐκ ῥίζης ἀσυστάτου πεφυκυῖαν.

    Ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στῆσαι τὸν ὡροσκόπον. Ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται

  • τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τά τε τρίγωνα καὶ
  • τὰ τετράγωνα καὶ οἱ κατ᾿ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατὰ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν [ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν] ἐστὶ γνώριμον, ἀκαταληπτουμένων δὲ τούτων
  • συναφανίζεται πᾶσα [ἡ] Χαλδαϊκὴ μέθοδος. Ὅτι δὲ ἀνεύρετον
  • αὐτοῖς ἐστὶ τὸ ὡροσκοποῦν ζώδιον, ποικίλως ἔστι διδάσκειν. Ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον [δὲ] τὸ διασημαῖνον ταύτην ὡροσκόπιον [ἀπλανὲς] ὑπάρχειν,
  • τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι.
  • Ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὁρισάμενοι οἱ
    v.1.p.54
    Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν συσχηματισμὸν τῶν ἄστρων ποιοῦνται, ὅπερ διάθεμα καλοῦσιν, ἐφ᾿ ᾧ τὰς προαγορεύσεις
  • δογματίζουσιν. Οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν
  • πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. Πῶς οὖν ἀσύστατος ἡ τῶν Χαλδαίων μέθοδος νῦν λέγωμεν. Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν
  • ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ
  • τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τῆς ἐκτέξεως. Καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτός ἐστιν ὁ ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος· καὶ εἰκότως. οὐ γὰρ ἔχομεν λέγειν, εἴτε
  • ἅμα τῇ μεταθέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ
  • μή. Δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς καλλᾶται, δύναται δὲ καὶ μετὰ χρόνον. Διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος,
  • ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν
  • χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις. Ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται. τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς
  • προσπίπτοντος ὑφ᾿ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν
  • τῆς μήτρας [τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ᾿ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι] δυναμένου· τῶν ἀγνώστων τὸ πότε γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος
  • χρόνος καὶ πόσος [ὁ] εἰς ταύτην· ἀγνοουμένων δὲ τούτων
  • ἦρται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις. Εἴπερ τε, ὥσπερ τινὲς τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς
  • σπέρματα· αὐτόθεν οἱ μὴ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς
  • v.1.p.56
    χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν. Ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας
  • τὰς δὲ βράδιον. Καὶ οὐ παράδοξον, ὅπου καὶ
  • αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. Τούτου δ᾿ οὕτως ἔχοντος ἀδυνάτως ἐσα λέγειν πρὸς ἀκρίβειαν πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἴνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως
  • τὸν ὡροσκόπον.
  • Τούτῳ τῷ λόγῳ ἀδύνατόν ἐστιν ἐκ τῆς συλλήψεως στῆσαι τὸν ὡροσκόπον. ἀλλ᾿ οὐδὲ ἐξ ἀποτέξεως. Πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥηθήσεται ἀπότεξιν εἶναι· ἆρά γε ὅταν ἄρξηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ

  • ὅταν ὀλίγον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ; οὐδ᾿ ἐν
  • ἑκάστῳ τούτων δυνατόν ἐστι τὸ ἀκριβὲς τῆς ἀποτέξεως καταλαβέσθαι ἢ χρόνον ὁρίζειν. Καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ δι᾿ ἐπιτηδειότητα σώματος καὶ διὰ προαίρεσιν τῶν τόπων καὶ
  • δι᾿ ἐμπειρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός
  • ἐστι χρόνος καθ᾿ ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων, ἢ ἐκτὸς ὀλίγον γίνεται, ἢ εἰς τὴν γῆν καταφέρεται, ἀλλ᾿ ἄλλος ἐπ᾿ ἄλλων. ὂν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντως
  • τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν. Ὅτι μὲν οὖν ἐπαγγέλλονται
  • ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις οἱ Χαλδαῖοι τὸν ὡροσκόπον γινώσκειν, οὐκ ἴσασι δέ, ἐκ τούτων συμφανές· ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανὲς αὐτοῖς ἐστί, πάρεστιν ἐπιλογίζεσθαι. Ὅταν γὰρ λέγωσιν ὅτι ὁ προσεδρεύων τῇ ὠδινούσῃ ἅμα τῇ ἀποτέξει
  • δίσκῳ σημαίνει τῷ ἀπὸ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ,
  • κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων παρασημαίνεται τὸ ἀνίσχον
    v.1.p.58
    ζώδιον, τὸ μὲν πρῶτον ἐπιδείξωμεν αὐτοῖς ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικροῦ πρότερον παρεστήσαμεν, οὐδὲ τῷ δίσκῳ ταύτην διασημαίνειν εὔκολον. Εἷτ᾿
  • ἔστω καὶ καταληπτὴν ὑπάρχειν τὴν ἀπότεξιν, ἀλλ᾿ οὔτιγε πρὸς
  • ἀκριβῆ χρόνον σημειοῦσθαι ταύτην δυνατόν ἐστι· τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυνάμενον μερίζεσθαι κινεῖσθαι συνέβη ἐπὶ τὴν ἀκρώρειαν. Τεκμήριον δὲ [τὸ] ἐπὶ τῶν πόρρω δενδροτομούντων θεωρούμενον·
  • μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν
  • ἐξακούεται ἡ φωνὴ τῆς πληγῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι φθάνουσα ἐπὶ τὸν ἀκούοντα. Καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατ᾿ ἀλήθειαν ὡροσκοποῦντος λαμβάνειν. Καὶ μὴν οὐ μόνον φθάνει
  • πλείων διελθὼν χρόνος μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος
  • τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τὴν ἀκρώρειαν, [ἀλλὰ] καὶ περισκοποῦντος καὶ βλέποντος ἐν τίνι τῶν ζωδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φθάνει ἀναγκαῖον ἀλλοιότερον
  • γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως
  • ἀλέκτῳ τάχει φερομένης, πρὶν τηρητικῶς παραφυλάξασθαι τὴν τοῦ γεννηθέντος ὥραν κατ᾿ οὐρανὸν βλεπομένην.

    Οὕτως ἀσύστατος δειχθήσεται ἡ κατὰ Χαλδαίους τέχνη. Εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις σκοπεῖσθαι τοῦ πυνθανομένου

  • τὴν γένεσιν ἢ περὶ οὗ ἐπερωτάτω, μηδὲ κατὰ τοῦτον τὸν
  • τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. Εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ᾿ αὐτοὺς περὶ τὴν τέχνην καὶ μηδ᾿ αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ὁ ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ
  • τούτου μαθὼν ὁ Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς;
  • Ἀλλ᾿ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄψιν πάντη ὁ αὐτὸς φανήσεται
    v.1.p.60
    ἀνίσχων ἀστήρ, ἀλλ᾿ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὡροσκόπος ἡ ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ἢ ταπεινοτέρων ἢ ὑψηλοτέρων, ὥστε
  • καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴς φανήσεται ἡ προαγόρευσις,
  • πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος. Ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ[δρι]ῶν νομιζομένη κατάληψις. Οὐ γὰρ ὁμοίως [ὁ] ἀμφορεὺς το . . . θεὶς ῥύσει πληρώσων ὡς ἀπόκενος, αὐτοῦ
  • τοῦ πόλου κατὰ ἐκείνων λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου.
  • Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. Οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν
  • ἐβασίλευσαν, οἱ δὲ ἐν πέδαις κατεγήρασαν. Οὐδεὶς γοῦν Ἀλεξάνδρῳ
  • τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. Ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ [ὁ] κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς
  • εὐτυχήσει. Πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες
  • ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. Διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς. Εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι
  • τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη
  • σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριάδες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν ὁ αὐτὸς ἤν ὡροσκόπος. Καὶ πάλιν εἰ τὸν ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεννηθέντα
  • ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων
  • περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνῳ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεγεννῆσθαι. Οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾿ ἕνα πολλάκις,
    v.1.p.62
    ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάντες οἱ ἐν τῇ
  • νηῒ συναπολοῦνται. Λιατί γὰρ ἡ τούτου εἱμαρμένη τὰς πάντων
  • νικᾷ, ἀλλ᾿ οὐχὶ διὰ τὸν ἕνα, ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισώζονται;

    Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῆς τῶν ζωδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασὶ προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ

  • τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον
  • ἔσεσθαι· ὁ δὲ ἐν Παρθένῳ τετανόθριξ, λευκόχρως, ἄπαις, αἰδήμων. Ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. Ἔστι γὰρ κατ᾿ αὐτοὺς μηδένα Αἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι· εἰ δ᾿ οὐ, δώσει [εἶναι] τὸν τοιοῦτον
  • λευκόν, τετανότριχα καὶ τὰ ἕτερα. Οἶμαι δὲ μᾶλλον
  • τοὺς ἀρχαίους [τὰ] ὀνόματα τῶν κειμένων ζώων ἐπὶ κλητοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν, οὐχ ὁμοιοτρόπου φύσεως· τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέρες διεστῶτες ἀπ᾿ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ, ὥς φησιν ὁ
  • Ἄρατος, πέντε;
  • Ἀλλὰ δύο κροτάφοις, δύο δ᾿ ὄμμασιν, εἷς δ᾿ ὑπένερθεν Ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

    Οὕτως καὶ ταῦτα οὐκ ἄξια τοσούτου πόνου δείκνυται τοῖς εὖ φρονεῖν προῃρημένοις καὶ μὴ προσέχουσι τῇ τῶν χαλδαίων

  • ἐμφυσιώσει, οἳ καὶ βασιλεῖς ἐξαφανίζουσι δειλίαν καταρτίζοντες
  • καὶ ἰδιώτας παραθαρρύνουσι μεγάλα τολμᾶν. Εἰ δὲ ἀποτύχοι αὐτὸς κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται διδάσκαλος ὁ βλαβείς, οὓς φρεναπατᾶν βουλόμενοι τοῖς ἀποτεύγμασιν
  • εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες λέγουσιν οὐκ ἄλλως
  • ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν συσχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι ἢ διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ, δι᾿ ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. Πῶς οὗν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι
  • συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως; καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις
  • οἶμαι, παρ᾿ ἐλπίδα πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν
    v.1.p.64
    τέχνην ἔδει· καίτοι δι᾿ ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι᾿ αὐτήν. Ἀλλ᾿ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ᾿ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν,
  • ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες,
  • οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιοπονίαν, ἄλλου ἄλλως διαψευσαμένου καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅπως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσιν. Οὗτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ
  • τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ
  • περὶ τούτου λόγος, ἀλλ᾿ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.