Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν

  • ἤγαγεν, καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν
  • πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός· τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν· τὴν μὲν οὗν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον
  • τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. Περὶ δὲ τὰ
  • συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν, οἷον λευκόν, μέλαν· τὸ δὲ ποσόν, οἷον δίπηχυ, τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατήρ, υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι, Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ
  • τῆς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ
  • ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον κατακεῖσθαι· τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι. Ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. Καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι
  • σύμφωνός ἐστι πλὴν τοῦ περὶ ψυχῆς δόγματος. Ὁ μὲν γὰρ
  • Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα.
  • Ὁ μὲν οὗν Πλάτων μόνα ἀγαθὰ ὄντως τὰ περὶ ψυχὴν εἷναί
  • φησιν, καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν. Ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει, καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἄ ἐστι κάλλος, ἰσχύς, εὐαισθησία, ἀρτιότης· τὰ δὲ ἐκτός,
  • πλοῦτος, εὐγένεια, δόξα, δύναμις, εἰρήνη, φιλία. Τὰ δὲ
  • ἐντὸς περὶ ψυχὴν καθὼς καὶ Πλάτωνι ἔδοξε, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τὰ δὲ κακά φησι καὶ οὗτος κατ᾿ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι, καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. Τὴν δὲ ψυχὴν τὴν
  • μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον
  • v.1.p.40
    ἀΐδιον, τὴν δὲ καθ᾿ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ ποικίλῃ στοᾷ. Ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς
  • στοᾶς Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ
  • ἔργου. Ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὖν καὶ ὁ Ἀριστοτέλης.

    Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὅροις περιέλαβον, ὁμόδοξοι

  • γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ
  • ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ, καὶ αὐτοὶ δὲ τὸ καθ᾿ εἱμαρμένην εἶναι πάντη διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος
  • κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται ἑκών,
  • ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται, τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον
  • εἰσελθεῖν. Τὴν δὲ ψυχὴν λέγουσι μένειν μετὰ θάνατον, εἶναι
  • δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. Ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν. Προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου,
  • οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι
  • λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν. Σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάκλασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. Ταῦτα
  • καὶ οἱ Στωϊκοί.
  • Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. Ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν. Κενὸν μὲν οἷον τόπον τῶν ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα. Ἐκ δὲ τῶν ἀτόμων συνελθόντων γενέσθαι καὶ τὸν θεόν, καὶ

    v.1.p.42
  • τὰ στοιχεῖα πάντα, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῶα καὶ
  • ἄλλα, ὡς μηδὲν γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. Τὰς δὲ ἀτόμους τὸ λεπτομερέστατον καὶ ἐφ᾿ οὗ οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἔφη εἶναι, διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασε. Τὸν δὲ
  • θεὸν ὁμολογῶν εἶναι ἀΐδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν,
  • καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. Καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις, οὕτω καλουμένοις ὑπ᾿ αὐτοῦ· ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τ(??)
  • μετακόσμια, ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ,
  • καὶ μήτε αὐτὸν πράγματα ἔχειν μήτε ἄλλοις παρέχειν. Οἷς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. Ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ κατενόησαν
  • τὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν. Τὰς δὲ ψυχὰς
  • τῶν ἀνθρώπων λύεσθαι ἅμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται, αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἢ τραπέντος ἀπόλλυσθαι ὅλον τὸν ἄνθρωπον, ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἷναι ἐν Ἅιδου, μήτε δικαστήρια, ὡς ὅ
  • τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον
  • εἷναι παντελῶς. Οὕτως οὖν καὶ Ἐπίκουρος.

    Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ἀκαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὧν ἄρξας ὁ Πύρρων, ἀφ᾿ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν

  • ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς
  • ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν. Οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. Ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητήν, καὶ μηδέποτε ἐν τῷ αὐτῷ μένειν. Οἱ μὲν
  • οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσι μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς
  • ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. Οἱ δὲ τὸ οὐ μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ πῦρ εἶναι ἢ
    v.1.p.44
    ἄλλο τι. Οὐ μέν τοι ἀπεφήναντο αὐτὸ τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.

  • Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν
  • τοῖς Βραχμάναις, οἳ βίον μὲν αὐτάρκη προβάλλονται, ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων πάντων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι, μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ Ταγαβενὰ
  • πίνοντες. Διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ
  • ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. Οὗτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν, οὐχ ὁποῖόν τις ὁρᾷ, οὐδ᾿ οἷον ἥλιος καὶ πῦρ, ἀλλά ἐστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλὰ ὁ τῆς γνώσεως,
  • δι᾿ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς.
  • Τοῦτο δὲ τὸ φῶς, ὅ φασι λόγον τὸν θεόν, αὑτοὺς μόνους εἰδέναι Βραχμᾶνας λέγουσι, διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος. Οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν ὀνομάζουσι, καθὼς
  • προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. Οὔτε δὲ γυναῖκες παρ᾿
  • αὐτοῖς οὔτε τεκνοῦσιν. Οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπερήσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι· καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται. Βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες
  • ἐν τῇ χώρᾳ, ἐξ ὧνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ
  • γεννῶσιν. Τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσι, σωματικὸν εἶναι, περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ, καθάπερ εἴ τις τὸ ἐκ τῶν προβάτων ἔνδυμα φορεῖ, ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὀφθαλμοφανῶς φαίνεσθαι. Πόλεμον δὲ
  • εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι
  • [καὶ πλῆρες εἶναι πολεμίων αὐτοῖς τὸ σῶμα νενομίκασι], πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν. Πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἷναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ,
  • ὀργῆς, χαρᾶς, λύπης, ἐπιθυμίας καὶ τῶν ὁμοίων. Μόνος
  • δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον. Διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν,
    v.1.p.46
    ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι, Βραχμᾶνες θεολογοῦσι· Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος
  • τῆς κατ᾿ αὐτοὺς φιλοσοφίας. Ἀποθέμενοι δὲ Βραχμᾶνες
  • τὸ σῶμα ὥσπερ ἐξ ὕδατος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

    Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾿ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως

  • Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ
  • τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο. Τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσιν, διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτούς τινα, ἧς καὶ αὐτῆς τέχνης
  • τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ καὶ ἐκ τούτων τινὲς αἱρέσεις
  • παρεισάγειν ἐτόλμησαν. Χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

    Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὕτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν. Διὸς δὲ εἶναι τὰς Μούσας θύγατέρας. Ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν

  • ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μνημοσύνῃ· τοῦ Διός,
  • ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν. Καλέσας οὖν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέσαν ἀπὸ τοῦ Ὀλύμπου, διδαχθῆναι παρεκάλει,
  • . . . ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
  • καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου, ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, ὡς στέφανον δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
  • . . . Ταῦτά μοι Μοῦσαι, φησίν, ἕσπετ᾿
  • ἐξ ἀρχῆς καὶ ἔπειθ᾿ ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν. Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἂθανάτων, οἳ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου,
    v.1.p.48
  • Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης
  • ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι λυσιμελὴς πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων, δάμναται ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
  • Νυκτὸς δ᾿ αὐτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο.
  • γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. Γείνατο δ᾿ οὔρεα μακρὰ θεῶν χαρίεντας ἐναύλους
  • Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα.
  • Ἠδὲ καὶ ἀτρύγετον Πέλαγος τέκεν οἴδματι θῦον Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ᾿, Ὑπερίονά τ᾿, Ἰάπετόν τε
  • Θείαν τε Ῥεῖαν τε, Θέμιν τε, Μνημοσύνην τε,
  • Φοίβην τε χρυσοστέφανον, Τηθύν τ᾿ ἐρατεινὴν, τοὺς δὲ μετ᾿ ἀκρότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθῆρε τοκῆα. Γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἦτορ ἔχοντας.
  • Καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας.
  • Ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.

    Οὗτοι μὲν οὗν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα καθὼς ἐξεθέμεθα τῇ αὐτῶν δόξῃ ἐξεῖπον. Οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων

  • οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες,
  • καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προκρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

    Τὰς μὲν οὗν τῶν καθ᾿ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων

  • δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ᾿ ὧν τὰς ἀφορμὰς
  • λαβόντες οἱ αἱρετικοὶ τὰ μετ᾿ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. Δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ
    v.1.p.50
    αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται τοῖς πολλοῖς·
  • ἔπειτα ἀκολούθως τὰ ὑπ᾿ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.