Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

διὸ καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις ὄχλοις τὰς ἡδονάς, ἃς οὐ συνεχώρησεν ὁ Χριστός· οὗ καταφρονήσαντες οὐδέν ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. καὶ γὰρ καὶ γυναιξὶν ἐπέρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γέ τι καίοιντο αἱ ἐν ἀξίᾳ, εἰ ἑαυτῶν ἀξίαν [ἣν] μὴ βούλοιντο καθαιρεῖν διὰ τοῦ[το] νομίμως γαμηθῆναι, ἔχειν ἕνα ὃν ἂν αἱρήσων ται σύγκοιτον, εἴτε οἰκέτην εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς μὴ νόμῳ γεγαμημένην.

ἔνθεν ἤρξαντο ἐπιχειρεῖν πισταὶ λεγόμεναι ἀτοκίας φαρμάκοις καὶ περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν τέκνον μήτε ἐξ εὐτελοῦς διὰ τὴν συγγένειαν καὶ ὑπέρογκον οὐσίαν. ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων· καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν ἑαυτ(οὺ)ς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί [*](2 Rom. 14, 4 u. vgl. Tert. De pud. 2 S. 222, 16 — 3 Matth. 13, 29. 30 οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ — 5f Gen. 6, 19ff vgl. Roltfs S. 68 3) [*](3 τοῦτο Miller: τούτω Ρ 9 ἐμμπέζοντες Ρ 10 τώ διδασκαλείων Ρ 12 οὐδὲν Ρ, οὐδένα Bimsen Hipp. Ι 394 Ι 99) αὐτὸν Miller: αὐτῶ Ρ, αὐτοὺς Bunsen Ι 395, αὐτοὶ Cruice 14 ἡλικίᾳ γέ τι καίοιντο αἱ ἐν ἀξίᾳ We.: ἡλικία τε τε καίοντα ἐναξία Ρ, ἠλικίᾳ καίοιντο αἱ ἐν ἀξίᾳ Miller, ἡλικίᾳ γε ἑκκαίοιντο ἀναξίᾳ Gö. ἡλικίᾳ τινὸς καίοιντο ἀναξίου τῆς ἑαυτῶν ἀξίας, ἣν Roeper, s. auch Neumann, Hipp. von Rom I, Lpz. 1902 S. 128 und Der römische Staat und die Kirche, Lpz. 1890 S. 202; d’Ales, La théologie de St. Hippolyte, Paris 1906 p. 56 f εἰ We.: ἡ Ρ, ἢ Miller ἣν > Gö.: viell. εἰ τὴν ἑαυτῶν ἀξίαν μὴ We. 15 τοῦ Neumann: τοῦτο Ρ, τὸ Gö. ἔχειν Gö.: ἔχει Ρ 17 ἤρξατο Ρ 18 ἀτοκίας We.: ἀτοκία Ρ, ἀτοκίοις Bunsen Gö. φαρμάκοις καὶ περιδεσμεῖσθαι Gö. (ebenso Bunsen, aber <τῷ>): περιδ. καὶ φαρμ.Ρ, ἐπ᾿ ἀτοκίᾳ περιδεσμεῖσθαι καὶ φαρμακεύεσθαι Roeper 20 οὖσαν? We. 22 τολμήσασιν Ρ 23 ἀπερυθριασμένοι Ρ)

251
τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς.

ἐπὶ τούτου πρώτως τετ(όλμ)ηται δεύτερον αὐτοῖς βάπτισμα. ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο, οὑ διαμένει τὸ διδασκαλεῖον φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν , μὴ διακρῖνον, τίσιν δεῖ κοινωνεῖν, πᾶσιν πᾶσιν προσφέρον τὴν κοινωνίαν· ἀφ᾿ οὑ καὶ τὴν τοῦ ονόματος μετέσχον ἐπίκλησιν καλεῖσθαι διὰ τὸν πρωτοστατήσαντα τῶν τοιούτων ἔργων Κάλλιστον Καλλιστιανοί.

Τούτου κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας, γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ Καλλίστου, ἐπῆλθε τῇ ῾Ρώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον Ἠλχασαΐ,

ἣν παρέδωκέν τινι λεγομένῳ Σοβιαί, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου, οὗ τὸ ὕφος σχοινίων κδ, ὃ γίνεται μίλια ABBREV τὸ δὲ πλάτος αὐτοῦ σχοινίων δݲ, καὶ ἀπὸ ὤμου εἰς ὡμον σχοινίων ςݲ, τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοινίων γݲ ἡμίσους, ἃ γίνεται μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου.

εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ᾗς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι αγιον πνεῦμα. ταῦτα τερατολογῶν νομίζει ταράσσειν τοὺς μωρούς, λέγων λόγον τοῦτον·