Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦτο εἶναι τὸν υἱόν, τὸ δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα τοῦτο εἶναι τὸν ποτέρα· οὐ γάρ, φησίν. ἐρῶ δύο θεούς, πατέρα καὶ υἱόν, ἀλλ᾿ ἕνα. ὁ γὰρ ἐν αὐτῷ γενόμενος πατὴρ προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν ἑνώσας ἐαυτῷ καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν, καὶ τοῦτο ἓν ὂν πρόσωπον μὴ δύνασθαι εἶναι δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ·

οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι καὶ ὲν εἶναι πρόσωπον, <ἀλλ’> ἐκφυγεῖν τὴν εἰς τὸν βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος, ὁ ἄνοι κάτω σχεδιάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται.

τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο διδασκαλεῖιον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ᾿ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. ὁ παρ᾿ ἑτέρῳ τινὶ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν, οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ

τοῦ Καλλίστου σχολῇ. οὗ τῷ ὅρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοοι τῆς ἐκκλησίας ὑφ᾿ ἡμῶν γενόμενοι προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. οὗτος ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἀμάρτοι τι, εἰ καὶ πρὸς θάνατον, μὴ δεῖν κατατίθεσθαι.

ἐπὶ τούτου ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι κλήρους· κλήρους· εἰ δὲ καί τ·ις ἐν κλήρῳ ὢν γαμοίη, μένειν τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς [*](1 Job. 14, 11 πιστεύετέ μοι ὅτι ἐγὼ κτλ. vgl. Tert. Adv. Praxeam 20 S. 263 10 Kr. — 8 —10 Tert. Adv. Praxeam 29 S. 286, 4ff Kr. ergo nee compassus est pater filio. scilicet directam blasphemiam in patrem veriti diminui eani hoc modo sperant, si filius quidem patitur, pater vero eompatitur . . . . . times dicere passibilem, quem dicis compassibilem — 13 — S. 251, 7 vgl. E. Rolffs, Das Indulgenz- Edict des ömischen Bischofs Kallist, Τ. U XT 3, Lpz. 1893 — 22 πρὸς θάνατον] vgl. I Joh. 5, 16 8 συνπεπονθέναι Ρ θέλων? We. 9 ücke Miller, + ἀλλ’ We., οὕτω πως ἐλπίζων Bunsen, ὥστε Volkmar S. 125 7, ὡς ö. ἐκφυγὼν Criiice 10 ὁ 2] ὃς ö. wohl richtig σκεδάζων Scott Bimsen 12 X 27, 4 Noetos statt Sabellios genannt 15 συγχαρεῖν Ρ 16f ὅ τι ἂν? Miller 18 <τὴν> Ε. Schwartz, Schriften der Wiss. Ges. in ßburg, 7. Heft S. 10 20 ἔκκλητοι Ρ 21 αὐτῷ We. 22 ἐδογμάτισέν πως ὄντως Diels) We. ß Η. hier nicht genau citiert, ist schon öfter betont worden (Rolffs S. 137) 23 δέῃ Pasquali 25 ὢν γνώμη Ρ)

250
μὴ ἡμαρτηκότα, ἐπὶ τούτῳ φάσκων εἰρῆσθαι τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· »σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;« ἀλλὰ καὶ παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη λέγεσθαι· »ἄλφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ«, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας.

ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα ἐκκλησίας ἴφη γεγονέναι, ἐν ᾑ καὶ κύνες καὶ λύκοι καὶ κόρακες καὶ πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα, οὕτω φάσκων δεῖν εἶναι ἐν ἐκκλησίᾳ ὁμοίως, καὶ πρὸς πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν οὕτως ἡρμήνευσεν· οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμασι διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς, ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι.