Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
λέγει δὲ οὕτως· ὅτε μὲν οὖν μὴ <γε>γένητο ὁ πατήρ, δικαίως πατὴρ παοσηγόρευτο· ὅτε δὲ ηὐδόκησε γένεσιν ὑπομεῖναι, γενηθεὶς ὁ υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου. οὕτως γὰρ δοκεῖ μοναρχίαν συνιστᾶν, ὲν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν [*](1 Heraklit Fr. 66 D. — 3f vgl. S. 241, 9. 13f — 5 Heraklit Fr. 67 D. vgl. V 21, 2. 3 — 12 — S. 245,12 vgl. X 27, 1 E. 1) [*](3 + ὃν ö. ἐπέδειξε Bernays 4 ποιητὸν Bernays: πρῶτον Ρ 6 εὐφράνθη Ρ 7 Heidel, Proceedings of the Am. Acad. XLVllI S. 707 f schreibt ὡυτός und findet auch in der Parenthese Worte Heraklits (opposites quite, hut Um setis is the same) + πῦρ Diels, + μύρον Heidel S. 704 ff 8 ὁπόταν Ρ 9 νοητοὺς Ρ, verb. Bernays (Filastrius C. 53 insetisati cuiusdam nomine Noeti) 10 λέγοιεν Miller: λέγοισαν Ρ λέγοις ἂν αὐτοὺς Bernays 11 τὰ] τῶ Ρ ταῦτα Ρ 13 πεφηκέναι Ρ 14 ἦν] ἐστὶν Cruice <> ö., vgl. Η 16 καὶ κρατητός Bernays Wordsworth): ἀκράτητος Ρ, > Miller ἀγέννητος ö. 17 <> Bernays Wordsworth) <οὖν> οὐχ We. 18 εἰ καὶ μὴ τῇδε τῇ λέξει We.: μὴ τῆ λέξει Ρ, μὴ αὐτῇ τῇ λέξει als Frage Miller ἰδίᾳ δὲ φθάσας We. 20 γένητο Ρ 21 προσηγορεύετο Wordsworth 22 γεννηθεὶς ö. ὁ > oder <πατὴρ> We.)
τοῦτον πάθει ξύλου προσπαγέντα καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα, ἀποθανόντα καὶ μὴ ἀποθανόντα καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα, τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα, τοῦτον τὸν τῶν ὅλων θεὸν καὶ πατέρα εἶναι λέγει Κλεομένης καὶ ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς.
Ταύτην τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, ἀνὴρ ἐν κακίᾳ πανοῦργος καὶ ποικίλος πρὸς πλάνην, θηρώμενος τὸν τῆς ἐπισκοπῆς θρόνον. τὸν Ζεφυρῖνον, ἄνδρα ἰδώτην καὶ ἀγράμματον καὶ ἄπειρον τῶν ἐκκλησιαστικῶν ὅρων, ὄν πείθων δόμασι καὶ ἀπαιτήσεσιν ἀπειρημέναις ἦγεν εἰς ὃ <ἑ>βούλετο, ὄντα δωρολήπτην καὶ ἔπειθεν ἀεὶ στάσεις ἐμβαλεῖν ἀνὰ μέσον τῶν ἀδελφῶν, αὐτὸς τὰ ἀμφότερα μέρη ὕστερον κερκωπείοις λόγοις πρὸς ἑαυτοῦ φιλίαν κατασκευάζων, καὶ τοῖς μὲν ἀλήθειαν λέγων ὅμοια] φρονοῦσι ποτὲ κατ᾿ ἰδίαν <λέγων> τὰ ὅμοια φρονεῖν ἠπάτα, πάλιν δ᾿ αὖ τοῖς Σαβελλίου ὁμοίως· ὃν καὶ αὐτὸν ἐξέστησε δυνάμενος κατορθοῦν.