Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, <ὃν> δι᾿ ὀλίγων ἐπέδειξα ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργ[ον καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός« — τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — »ἀλολοιοῦται δὲ ὅκωσπερ <πῦρ>
ὁκόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου.« φανερὸν δὲ πᾶσι τοὺς <ἀ>νοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως εἰ καὶ Ἡρακλείτου λέγοιεν ἑαυτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. λέγουσι γὰρ οὕτως· ἴνα καὶ τὸν αὐτὸν θεὸν εἶναι πάντων δημιουργὸν καὶ πατέρα, εὐδοκήσαντα δὲ πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις ὄντα ἀόρατον· ὅτε μὲν γὰρ οὐχ
ὁρᾶται ἦν ἀόρατος, <ὅτε δὲ ὀρᾶται ἀχώητος δὲ ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς δὲ ὅτε χωρεὶται· οὕτως κατὰ τὸν αὐτὸν λόγον ἀκράτητος καὶ κρατητός, ἀγένητος <καὶ γενητός> ἀθάνατος καὶ θνητός. πῶς οὐχ τοιοῦτοι δειχθήσονται μαθηταί, <εἰ καὶ> μὴ τῇδε τῇ λέξει διαφθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός; ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα οὐδεὶς ἀγνοεῖ.