Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐν γὰρ τῷ ὑφ᾿ ἡμῶν παραινεῖσθαι οὐκ ἐσκληρύνετο, ἡνίκα δὲ σὺν τῷ Καλλίστῳ ἐμόναζεν, ὑπ’ αὐτοῦ ἀνεσείετο πρὸς τὸ δόγμα τὸ Κλεομένους ῥέπειν φάσκοντος τὰ ὅμοια φρονεῖν. ὁ δὲ τότε μὲν τὴν πανουργίαν αὐτοῦ οὐκ ἐνόει, αὖθις δὲ ἔγνω, ὡς διηγήσομαι μετ᾿ οὐ [*](1 ff vgl. G. Noetos; besonders S. 43, 13 Lag. τὸν Χριστὸν αὐτὸν εἶναι τὸν πατέρα καὶ αὐτὸν τὸν πατέρα γεγεννῆσθαι καὶ πεπονθέναι καὶ ἀποτεθνηκέναι 44, 24. 25. 45, 6 αὐτός ἐστι Χριστὸς ὁ πατήρ, αὐτὸς υἱός, αὐτὸς ἐγεννήθη, αὐτὸς ἔπαθεν, αὐτὸς ἑαυτὸν ἤγειρεν. 48, 23. 56, 1 οὐ γὰρ κατὰ φαντασίαν ἢ τροπήν, ἀλλ᾿ ἀληθῶς γενόμενος ἄνθρωπος. Filastrius C. 53 Tert. Adv. haer. 8 S. 226, 1 — 6 Kr. — 14 Act. 4, 13 ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται — 25 διηγήσομαι] S. 248, 18) [*](4 ἀναστρεφέντα Ρ 6 τοῦτον <τὸν> We. παθεῖν ξύλῳ Wordsworth 13 Ρ 14 τὸν <γὰρ> oder δὲ ö., <οὗτος> τὸν Roeper 15 δόγμασι Ρ, δωρήμασι Bernays ἀπαντήσεσιν Bernays, ἀπατήσεσιν We. 16 βούλετο Ρ 17 ἀναμένσων Ρ 18 κερκώποις Ρ ἑαυτοὺς Ρ 19 λέγων ὅμοια > Bunsen, Hipp. Ι, 393 (I 98), Correctur zum folgenden τὰ ὅμοια 20 καθ᾿ Ρ, verb. Miller (vielleicht scbrieb Η. καθ’ ἱδίαν) + λέγων Miller, hinter φρονεῖν Bunsen αὐτοῖς Ρ 21 δυνάμενος Miller: δυνάμενον Ρ 24 ῥαπεῖν Ρ)

246
πολύ.

αὐτὸν δὲ τὸν Ζεφυρῖνον προάγων δημοσίᾳ ἔπειθε λέγειν ἐγὼ οἶδα ἕνα θεὸν Χριστὸν Ἰησοῦν, καὶ πλὴν αὐτοῦ ἕτερον οὐδένα γενητὸν καὶ παθητόν· ποτὲ δὲ λέγων· οὐχ ὁ πατὴρ ἀπέθανεν, ἀλλὰ ὁ υἱός, οὕτως ἄπαυστον τὴν στάσιν ἐν τῷ λαῷ διετήργσεν· οὗ τὰ νοήματα γνόντες ἡμεῖς οὐ συνεχωροῦμεν, ἐλέγχοντες καὶ ἀντικαθιστάμενοι ὑπὲρ τῆς ἀληθείας· ὃς εἰς ἀπόνοιαν χωρῶν διὰ τὸ πάντας αὐτοῦ τῇ ὑποκρίσει συντρέχειν, ἡμᾶς δὲ οὔ, ἀπεκάλει ἡμᾶς διθέους, ἐξεμῶν παρὰ βίαν τὸν ἐνδομυχοῦντα αὐτῷ ἐόν.

τούτου τὸν βίον δοκεῖ ἡμῖν ἀγαπητὸν ἐκθέσθαι, ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον ἡμῖν ἐγεγόνει, ὅπως διὰ τοῦ φανῆναι τοῦ τοιούτου τὴν ἀναστροφὴν εὐεπίγνωστος καὶ φανερὰ τοῖς νοῦν ἔχουσιν εὐθὺς γένηται ἡ διὰ τούτου ἐπικεχειρημένη αἵρεσις. οὑτος ἐμαρτύρησεν ἐπὶ φουσκιανοῦ ἐπάρχου ὄντος Ῥώμης· ὁ δὲ τρόπος τῆς αὐτοῦ μαρτυρίας τοιόσδε ἦν·