Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τινὲς δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.

ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων f. 109r εἰρημένα κρίνομεν, δι’ ὀλίγων | τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια· οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.

Ἕτεροι δὲ ἐαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τά μὲν περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι, περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ [*](4—19 vgl. Χ 25. 26 — 4ff vgl. Eusebius KG V 14, Apollonios bei Eus. V 18, 2 (beide Stellen benutzt bei Theodoret III 2 S. 401 Cff Migne); Epipb. XL VIII 1 Tert. Adv. haer. 7 und Filastrius C. 49 S. 26 M. meist aus gleicher Quelle (Hippolyts Syntagma) — 17 ξηροφαγίας] vgl. Tert. De ieiunio 1. 2 S. 274, 15. 275, 4 —29 29 R. W. — 21 ἐκθήσομαι] Beziehung auf IX? — 26ff vgl. Iren, I 28, 1; Hilgenfeld S. 543ff 28 Kol. 2,16. 18) [*](4 Titel φρύγες zweimal, schwarz und rot Ρ 5 ὑποληφθέντες? Diels πρισκίλς Ρ 6 ἂς Ρ 11 ὡς > Miller 1 7 δὲ Miller: τε Ρ 25 τοῖς — κεκτημένοις 26 Titel ἔγκρατῖται zweimal, schwarz und rot Ρ 29 ὑδρωποτοῦντες Ρ)

239
ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι, οὐ προσέχοντες τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς προειρημένοις, ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι οὕτως ἴφη·

»τὸ δὲ πνεῦμα ῥητῶς λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον.