Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν τῶν αἱρέσεων ἐλέγχου·

Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν.

Πῶς ὁ Μονόϊμος ληρεῖ ποιηταῖς καὶ γεωμέτραις καὶ ἀριθμητικοῖς προσέχων.

Πῶς Τατιανὸς γεγένηται ἐκ τῶν Οὐαλεντίνου καὶ Μαρκίωνος δοξῶν τὰς ἑαυτοῦ συνιστῶν, ὁ δὲ ἑρμογένης τοῖς Σωκράτους δόγμασι κέχρηται, οὐ τοῖς Χριστοῦ.

Πῶς πλανῶνται οἱ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελεῖν φιλονεκοῦντες.

Τίς ἡ πλάνη τῶν Φρυγῶν, νομιζόντων Μοντανὸν καὶ Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτας.

Τίς ἡ τῶν Ἐγκρατιτῶν κενοδοξία, καὶ ὅτι ἐξ αὐτῶν καὶ οὐκ ἐξ ἁγίων γραφῶν τὰ δόγματα αὐτῶν συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν παρ’ Ἰνδοῖς γυμνοσοφιστῶν.]