Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐπεὶ οἱ πολλοὶ τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες ὁρᾶν ἐπαγγέλλονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν, ὅπως κἂν διὰ τοῦ ὑφ’ ἡμῶν γινομένου ἐλέγχου πρὸς] αὐτῶν αἰδεσθέντες ἐπιγνῶσι, πῶς [*](23 ff Matth. 7, 3 — 5; Luk. 6, 41. 42) [*](5 τοῖς] τῆς Ρ 6 Titel rot auf derselben Zeile wie ß von B. VII Ρ 7 τῶν > Miller versehentlich 9 δοκήταις Ρ 11 μονόιμος corr. in μὲν P ληροῖ P 13 κεκίνηται ö., ἐλήλεγκται We. οὐαλεντιανοῦ P 14 δοξῶν τὰς ἑαυτοῦ συνιστῶν Roeper: δόξας ἑαυτὸν συνιστᾶν Ρ 20 ἐγκρατητῶν Ρ ἐξ αὐτῶν καὶ > Miller, ~ nach ἀλλ’ Cruice 21 ἀλλὰ — 22 γυμνοσοφιστῶν > 24 ἐπαγγέλονται Ρ 26 πρὸς > Gö.)

226
συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ.

αὐτάρχως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν τὰ ἀκόλουθα οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν ἀσφάλειαν λόγων †κεκτῆσθαι ἐλέγξομεν, οἵ γ’ ἑαυτοὺς Δοκητὰς ἀπεκάλεσαν, δογματίζοντες ταῦτα·

θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἄπειρον μέγεθος, ἀνήριθμον ἐν πλήθει, πρὸς γένεσιν ἀπροσδεές, φοβουμένων καταφυγήν, γυμνῶν σκέπην, αἰσχύνης ἐπικάλυμμα, ζητούμενον καρπόν, ἐφ᾿ ὃν ἠλθεν ὁ ζητῶν, φησί, τρὶς καὶ οὐχ εὗρε· διὸ κατηράσατο, φησίν, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ, καρπὸν ζητούμενον.

τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ καὶ <παμ>μεγέθους κατ’ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὀ κόσμος, ὡς δοκεῖ, τοιοῦτόν τινα τρόπον· ἁπαλῶν γενομένων τῶν κλάδων τῆς συκῆς προῆλθε φύλλα, ὥσπερ ἐστὶν ὁρώμενον, ἑπομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ τὸ ἐνεξαρίθμητον θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς.

τρία οὖν εἶναι δοκοῦμεν τὰ πρώτως ὑπὸ τοῦ σπέρματος γενόμενα τοῦ συκίνου· πρέμνον, ὄπερ ἔστιν ἡ συκῆ, φύλλα καὶ καρπός, τὸ σῦκον, ὡς προειρήκαμεν. οὕτως, φησί, τρεῖς γεγόνασιν αἰῶνες, ἀπὸ τῆς πρώτης ἀρχῆς τῶν ὅλων ἀρχαί· καὶ τοῦτο, φησίν, οὐκ ἐσιώπησεν οὐδὲ Μωϋσῆς λέγων, ὅτι οἱ λόγοι τοῦ θεοῦ τρεῖς εἰσίν·

σκότος, γνόφος, θύελλα, καὶ οὐ προσέθηκεν.« οὐδὲν γάρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾿ αὐτοὶ πάντα τοῖς [*](4 f vgl. S. 3, 10 — 7 — S. 228, 2 vgl. X 16, 1. 2 — 9 f öller, Kosmol. S. 325 nimmt wohl mit Unrecht Beziehung auf Gen. 3, 8. 7 an — 10 f Mark. 11, 13. 14. 20. 21 Matth. 21, 19. 20 und Luk. 13,6. 7 combiniert — 15 f Mark. 13, 28; Matth. 24, 32 — 17 f vgl. S. 197, 21 f. 198, 21 f — 19 vgl. VI 9, 8 10. VII 21, 3 S. 197, 5 — 23 Deut. 5, 22 σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκεν vgl. S. 121, 7) [*](5 f κεκτῆσθαι <οἰομένους> Miller, κεκτημένους oder τούτους τὸ We., <δοκοῦντας> Usener, Weihnachtsfest S. 138, κεκτῆσθαι <ἐπηρμίνους> Diels γ’ ö.: οἷς Ρ 7 τὸν] τὸ Miller, doch s. Χ 16 οἱωνεὶ Ρ 8 ἄπειρον Cruice öller, Kosmologie S. 325: ταπεινὸν Ρ, <ἄπειρον>, ταπεινὸν ö. We. 9 f καταφυγήν, σκέπην, ζητούμενον καρπόν Sauppe: καταφυγή, σκέπη, ζητούμενος καρπός P 10 ἐπικάλυμα 12 καρπὸν ζητούμενον > Sauppe, zu. Z. 10 13 τόπω Ρ 14 παμμεγέθους We.: μεγέθους P, ἀμεγέθους ö. 16 ἔστιν δρᾶν We., ἐστὶν εἰρημένον Kloat. 18 δικοῦσιν We. 20 οὕτως Miller: οὗτος Ρ, οὗτοι Scott 23 θύελα Ρ)

227
γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι. μένει δὲ ὁ θεὸς αὐτὸς καθ’ ἑαυτὸν πολὺ τῶν τριῶν αἰώνων κεχωρισμένος. τούτων, φησί, τῶν αἰώνων ἀρχὴν γενέσεως λαβόντων, ὡς λέλεκται, κατ᾿ ὀλίγον ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος.

τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα. ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες, ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. εἰσὶ δὲ ἀλλήλων διαιρετοὶ καὶ τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει μόνῃ διαφέροντες, ὅτι τὸ μέν ἐστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν· ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι, θέσεως τυχὼν τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις αὐτὸς αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἐξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος τρὶς νοήσας ἑαυτόν, οἱονεὶ δεσμόν τινα τῆς ἑνότητος αὐτὸν ἔδησεν αἰώνιον.