Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ὄντος οὖν τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξε καὶ ἐγεννήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλος τι καὶ μέγεθος καὶ δύναμις λαληθῆναι μὴ δυναμένη. ἀρρήτων γάρ, φησίν, ἐστὸν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος καὶ ὅ τι ἂν εἴπῃς πάντων τῶν καλῶν κρείττων.
οὑτος γεννηθεὶς ἐπῆρεν ἑαυτὸν καὶ μετεώρισε καὶ ἠνέ- [*](5 Psal. 132, 2 ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν) — 8 f Deut. 32, 11 Exod. 19, 4 — —13 vgl. Χ 14, 5 Anf. — 14 s. C. 25f — 18 vgl. Gen. 1, 7 — — S. 201,16 vgl. X 14, 5-7 — 24 διέσφυξε] s. zu S. 198, 30) [*](1 † ἔχει Bernays ἔχει st. εἰ Miller) 2 μῦρον Ρ 4 #003C; #003E; Uhlhorn S. 20 † τὴν Diels vgl. Z. 22 f) 5 τὸν2 ρ (nicht τοῦ) 10 ἀκοινώνητον We., ἀκίνητον Bunsen Ι 369 (166) † ἐν Miller 11 μὴ > Miller 12 μεμένηκεν ἐν öller S. 354: μεμένηκε Ρ ἐμμεμένηκε Roejier 18 στερέωμα τῶν ö.: στερεωμένων Ρ, στερεωμάτων Miller 21 f μενθόριον Ρ 23 ὄντος] ἐντὸς Bernays 24 ἐγενήθη Ρ 26 λαληθῆναι Bernays Η): λυθῆναι 27 ἄρρητον Ρ 28 παντὸς τοῦ καλόν We. 29 καὶ1 steht in Ρ 29 f ἐνεχθεὶς Uhlhorn S. 22, um ἔστη halten zu önnen)
νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ σοφὸς ἀρχιτέκτων τρέπεται εἰς τὴν καθ᾿ ἕκαστα κτίσιν τοῦ κόσμου. καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος, ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱὸν ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον.
ταῦτα γὰρ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατέβαλεν. ἰδὼν οὖν τὸν υἱὸν ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐφαίνετο υἱοῦ τῷ μεγάλῳ ἄρχοντι· καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν ὁ ἄρχων.
αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος. πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργὸς ὁ μέγας σοφός· ἐνήτγει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ τοῦ δημιουργοῦ πολὺ σοφώτερος.