Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο· ἦν γὰρ οὐχ ὁμοούσιον οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος·

ἀλλὰ ὥσπερ ἐστὶ παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἠν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. κατέλιπεν οὐν αὐτὸ πλησίον #x003E; υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μὴ] μηδὲ καρακτηρισθηῆναί τινι λόγῳ χωρίου, οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος·

ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτε μάλιστα ἐπιμελῶς ἒκκενωθείη, ὅμως ὀδμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, [*](1 η36 — 2f S. zu S. 81, 7. 98, 15 f — 8 φαίδρῳ] S. 246 Α ff — 20 vgl. Heraklit Fr. 61 D. — 26 ff vgl. V 19. 3 ff) [*](1 ἢ ἐνόημα Ρ 5 λεπτομερίας Ρ 6 ἡ δι’ αὑτῆς ἀναδραμοῦσα Uhlhorn δι’] πρὸ Jacobi S. 7 αὐτῆς Ρ ἀναδραμοῦσα, ἀναδραμοῦσα #x003E; Bernays αὐτὴν Ρ 8 ὢν ö.: ὡ Ρ, ὁ Miller Φαίδρω ö.: φαίδωνι Ρ ἐβεργετεῖται Ρ 11 καθ᾿ αὑτὸ Miller 12 man erwartet <εὐεργετεῖται ὅτι> οὐδ’· αὖ We. 15 ὑπὸ] Jacobi S. 8: ἀπὸ Ρ 17f οὐκ ὄντος Jacobi: Ρ 19 οὐχ] οὐκ Ρ οὐδὲ Jacobi S. 8: οὐσ δὲ Ρ μετὰ] αὐτῆς Bunsen 22 ἀρρήτων Jacobi S. 8: άρρητον Ρ 23 θεοχωρίον Ρ 24 ἡ υἱότης Bernays: υἱότητος Ρ 27 μῦρον Ρ)

200
κἂν ᾐ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὂσμὴν τὸ ἀγγεῖον #x003E; εἰ καὶ μὴ μύρον, οὕτως τὸ πνεῦμα τὸ ἅγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, <τῆς υἱότητος τὴν> ὀσμήν· καὶ τοῦτό ἐστι ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρών«, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ’ ἡμας· ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. σπεύδει γάρ, φησί, πάντα κάντα ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως † ἀνόητόν ἐστι τῶν <ἐν> τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω. ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη μεμένηκεν <ἐν> τῷ μεγάλῳ τῆς σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.

Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον —

διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προσεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾿ αὐτὸν τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια, τὸ δὲ μεταξὺ τοῦ κόσμου καὶ τῶν ὑπερκοσμίων μεθόριον πνεῦμα τοῦτο, ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ὲ́χει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν — ·