Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Αὕτη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην σώματος φυσικοῦ ὀργανικοῦ ἐντελέχεια, ψυχὴ ἐνεργοῦσα τῷ σώματι, ἡς δίχα τὸ σῶμα ἐργάζεσθαι οὐδὲν δύναται, μεῖζον καὶ ἐπιφανέστερον καὶ δυνατώτερον καὶ σοφώτερον τοῦ σώματος. ὃν λόγον οὖν Ἀριστοτέλης ἀποδέδωκε περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος πρότερος, Βασιλείδης περὶ τοῦ μεγάλου ἄρχοντος καὶ τοῦ κατ᾿ αὐτὸν υἱοῦ διασαφεῖ.

τόν τε γὰρ υἱὸν ὁ ἄρχων κατὰ Βασιλείδην γεγέννηκεν, τήν τε ψυχὴν ἔργον καὶ ἀποτέλεσμά ὥς] φησιν εἶναι ὁ Ἀριστοτέλης, φυσικοῦ σώματος ὀργανικοῦ έντελέ- [*](8 I Kor. 3, 10 ὡς σοφὸς ἀρχιτέκτων — 13 Mark. 1, 11? — 14 vgl. Psal. 109, 1 (Mark. 12, 36) — 20 f 27 vgl. S. 194, 23 f) [*](1 ἔστη > Miller, ἔστη δέ. τῆς ἀναδρομῆς Bunsen 2 μηδὲ] μηδὲν Με) Ρ 3 μηδὲν] μηδὲ (nicht μηδὲν) Ρ εἶναι > Miller, Uhlhorn S, 22 vorher Με εἷναι, vgl. S. 203, 6. μηδὲ εἰναι Ζ, 3 wohl Correctur des μηδὲν εἰναι Ζ. 2, bei Eintragung dieser Dublette fiel das μηδέν 5 παντὸς — καλοῦ We. 5 f μονῆς τῆς ὑπολελειμμένης Ρ 6 f ἐστὶν αὐτοῦ Miller: ἔστι νῦν τοῦ Ρ 7 σοφώτερα καὶ δυνατώτερα Ρ 8 καὶ] ὡς Klost. 10 υἱῶν Ρ 12 κατεβάλετο? We. 14 ἐφαίνετο Bunsen : ἐγένετο Ρ, ἐγένετο τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος Jacobi S. 21 15 αὐτοὺς ö.: αὐτοῦ Ρ, αὐτὸν Miller 17 <ὁ> σοφὸς oder We. 22 μεῖζόν #x003E; Cruice 22 f σωφότερον Ρ 23 τοῦ σώματος ö.: τῆς ψυχῆς Ρ 26 γεγένηκεν Ρ τῆς τε Ψυχῆς Bunsen 27 ὣς > Banien)

202
χειαν. ὡς οὖν ἡ ἐντελέχεια διοικεῖ τὸ σῶμα, οὕτως ὁ υἱὸς διοικεῖ κατὰ Βασιλείδην τὸν ἀρρήτων ἀρρητότερον θεόν.

πάντα οὖν ἐστι προνοούμενα καὶ διοικούμενα ὑπὸ τῆς ἐντελεχείας τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια, ἅντινα μέχρι σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων πάλιν ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων μὲν[τοι] πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος. ἔστι δὲ καὶ οὑτος ἄρρητος ὑπ’ αὐτῶν λεγόμενος.

καὶ καλεῖται ὁ τόπος οὗτος ἑβδομάς, καὶ πάντων τῶν ὑποκειμένων οὗτός ἐστι διοικητὴς καὶ δημιουργός, ποιήσας καὶ αὐτὸς ἑαυτῷ υἱὸν ἐκ τῆς πανσπερμίας καὶ αὐτὸς] ἑαυτοῦ φρονιμώτερον καὶ σοφώτερον, παραπλησίως τοῖς ἐπὶ τοῦ πρώτου λελεγμένοις.

τὸ δὲ ἐν τῷ διαστήματι τούτῳ ὁ σωρὸς αὐτός ἐστι, φησί, καὶ ἡ πανσπερμία, καὶ γίνεται κατὰ φύσιν τὰ γινόμενα ὡς #x003E; τεχθῆναι ὑπὸ τοῦ τὰ μέλλοντα λέγεσθαι ὅτε δεῖ καὶ οἶά δεῖ καὶ ὡς δεῖ λελογισμένου. καὶ τούτων ἐστὶν ἐπιστάτης ἢ φροντιστὴς ἢ δημιουργὸς οὐδείς· ἀρκεῖ γὰρ αὐτοῖς ὁ λογισμὸς ἐκεῖνος, <ὅν> ὁ οὐκ ὢν ὅτε ἐποίει ἐποίει ἐλογίζετο.