Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔδωμεν οὑν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. ἦν, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος τῆς τριχῇ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ παχυμερίς, τὸ #x003E; ἀποκαθάρσεως δεόμενον.

τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ <οὐκ> ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω ποιητικῷ τινι χρησάμενον τάχει [*](7 vgl. Psal. 32, 9. 148, 5 — 9 Gen. — 14 Job. 1, 9 — —19 vgl. S. 197, 9 — —23 vgl. Χ 14, 2 Anf. — — S. 199, 10 vgl. X 14, —4 — 30 διέσφυξε vgl. S. 97, 26) [*](1 ἐπεὶ] ἔτι? We. 2 τὸ (so) Ρ: τι als Text von Ρ falsch Miller 4 ποία2 We. 5 ὑλικῆς ὑποθέσεως Bernays 8 ὡς ö.: ὃ Ρ 11 τὸ λεγόμενον Roeper 12 f λόγος ἐλεχθεὶς Ρ 20 ἐκεῖνοι λέγουσιν > Cruice 22 οὐκ ὄντα Η οὐκ ὂν Ρ 24 τὸ ö.: ὃ Ρ 25 αὐτῶ Uhlhorn S. 17: ἑαυτῶ Ρ β θεομοούσιος Ρ, verb. nach Η γεννητὴ Η: γενητὴ Ρ 28 < > Η Bernays, Uhlhorn S. 17 30 † οὐκ Η Uhlhorn S. 18 31 χρησάμενος Ρ)

199
ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾿ ὑπερβολὴν κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ ἄλλως.

ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα. ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας ἡς εἶχεν ἡ δι᾿ αὑτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο.

ἐπτέρωσεν οὖν αὑτὴν ἡ υἱότης ἡ παχυμερεστέρα τοιούτῳ τινὶ πτερῶ, ὁποίῳ διδάσκα- λος ὢν Πλάτων Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἄγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.

εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ’ οὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος· τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα.