Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

κατανοῶμεν. οὐδέν, φησί, τῶν νοητῶν γνωστὸν ἡμῖν δύναται γενέσθαι δι’ αἰσθήσεως· ἐκεῖνο γὰρ οὔτε » ὀφθαλμὸς εἶδε οὔτε οὖς ηκουσεν« οὕτ᾿ ἔγνω, φηοί, τῶν ἄλλων αἰσθήσεων οἰαδητισοῦν.

οὐδ’ αὖ πάλιν τῷ λὀλῳ εἰς γνῶσιν τῶν αἰσθητῶν οὐχ οἶόν τε έλθεῖν τινος, ἀλλὰ δεῖ ὄτι λευκόν ἐστιν ἰδεῖν, καὶ γεύσασθαι ὄτι γλυκύ, καὶ ὅτι ῴδικὸν ἤ ἀπῳσικὸν ἀκούσαντας εἰδέναι καὶ εἴ τι τῶν ὀσμῶν ἐστιν εύῶδες ἢ ἀηδές, ὀσφρήσεως ἔργον, οὐ λόγου.

ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἀφῆς· σκληρὸν γὰρ ἢ ἁπαλόν, ἢ θερμὸν ἢ ψυχρὸν οὐχ οἶόν τέ ἐστιν ἀκούσαντα δἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ κρίσις ὴ ἁφή. τούτων οὕτως ὑφεστηκότων ἡ διακόσμησις τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται.

ὅν γὰρ τρόπον ἀπὸ μονάδος ξυράμενοι κατὰ προσθήκην μονάδων ἢ τριάδων καὶ τῶν ἑξῆς ἀθροιξομένων ἀριθμῶν ἕν τι σύστημα ποιοῦμεν μέγιστον ἀριθμοῦ, πόλιν ἀπὸ τοῦ κατὰ τὴν σύνθεσιν ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαξόμεθα,