Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὔτω φησὶ καὶ τὸν κόσμον όριθμητικῷ τινι καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς ἀδιάφθορον φυλαχθῆναι. τοιγαροῦν καὶ περὶ τῆς διαμονῆς τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί·

  • ή γὰρ καὶ πάρος ἠν καὶ ἔσσεται, οὐδέ ποτ', οἴω,
  • τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.
  • [*](10 1 Kor. 2, 9 — 28 Empedokles Fr. 16 D., wiederholt VII 29, 10) [*](1 συναριθμουμένη ὲ́χει Roeper: ἀριθμουμένη συνέχει Ρ 2 τὸν τα Ρ 4 ἐπιπτεύωμεν Ρ 6 ἐν οίς] αἷς We. 7 + ὀ Miller 13f ὅτι δίκαιον ἢ ἄδικον Ρ, verb. ö. 15 λόγου, <κρῖναι> We. 20 μονάδων <ἢ δυάδων> Cruice 22 falsch als Text von Ρ Miller 23 ἀναποδιαμῴ Roeper: ἀναλουισμῶ Ρ 26f διανομῆς ö. (s. S. 152, 15) 28 ἦ Miller: ἧν Ρ, εἰ Η, ῇ Nauck, lamblichi De vita Pyth. S. 236 (so Emp.), s. zu VII 29, 10 ἦν καὶ PH: ἦν τε καὶ Gö., ἐ̓σκε καὶ Emp. nach Diels ἔσται οὐδέπω τοίω PH, verb. Miller 29 Roeper: κενώσεται Η, καινὸς ἔσται Ρ ἄσπετος Miller: ἄσβεστος Ρ Η)
    152
    τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας.

    ἀπεργάζεται δὲ αὐτοῖς ἡ φιλία ἄφθαρτον, ἄίδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν — ἔστι γὰρ ἡ οὐσία καὶ ὁ κόσμος ἕν — τὸ τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦν τὸν κόσμον ποιεῖν.

    ὥσπερ εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἐκατοντάδσς καὶ δεκάδος, καὶ δραχμὰς εἰς ὀβολοὺς καὶ κοδράντας μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ ωεῖκος τὴν οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ξῷα, φυτά, μἐταλλα καὶ τὰ τούτοις παραπλήσια· καὶ ἔστ τῆς γενέσεως τῶν γινομένων πάντων κατ᾿ αὐτοὺς δημιουργὸς τὸ νεῖκος, ἡ δ᾿ αὖ φιλία ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντὸς ἵνα μένῃ καὶ εἰς τὸ ἕν τὰ διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ έξάγουσα τοῦ βίου, συνάπτει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ καὶ ἔσται ἴν.

    οὐ παύσεται οὐν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε ἡ φιλία τὰ τῷ τῷ κόσμῳ προσνέμουσα. #x003E; τίς ἐστιν, ὡς κατὰ Πυθαγόραν ἡ τοῦ κόσμου διανομή. λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυκὰς τῶν ζῴων ἀπὸ τῶν ἄστρων φέρεσθαι· εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγένας ὡς ἐν τάφω, άνίστασθαι δὲ καὶ [*](f. 70r) γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀποβῶμεν. ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία; ἔφη· χωρισμὸς ψυχῆς ἀπὸ σώματος.