Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
καὶ τὸ ὕδωρ δὲ τὸ ὑποκείμενον κάτω σκοτεινὸν ὅτι δέδυκε τὸ φῶς, καὶ ἀνακομίσασθαι καὶ λαβεῖν ἄνωθεν δεῖ τὸν κατενηνεγμένον σπινθῆρα ἀπ᾿ αὐτοῦ, οὕτως ἐοίκασιν οἱ πάνσοφοι Σαρδιανοὶ παρ’ ῾Ομήρου λαβόντες λέγειν·
123
τουτέστιν ἀποτρόπαιόν τι καὶ φρικτὸν οἱ θεοὶ καθ’ Ὅμηρον εἰναι τὸ ὕδωρ νομίξουσιν, ὅπερ ὁ λόγος τῶν Σηθιανῶν φοβερὸν εἶναί φησι τω νοι.Ταῦτ᾿ ἐστὶν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς μεμελέτηται πολλοῖς, ἀλλὰ τῷ περιπατητικῷ.