Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

λέγουσιν οὐν οἱ Σαρδιανοὶ τὸν περὶ κρὰσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι, καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον ἐν τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι ἐν ἐνὶ φυράματι, ὡς μίαν ὀσμὴν έκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων·

καὶ δεῖ τὸν ἐπισήμονα, τῆς ὀσφρήσεως ἔχοντα [*](f. 52r) κριτήριον ἀαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἔκαστον τῶν καταμεμιγμένων μένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον ἢ ἤ εἴ ἄλλο εἴη μεμιγμένον.

χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ὴ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. ὁμοίως όὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν όμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίἔεώς τινι τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται. ἤδη δέ τις καὶ ὔδωρ μεμιγμένον οἴνῳ διακρίνει.