Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔστι δὲ παστὰς ἐν αὐτῇ, όὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον ἡ τὰ τῶν] πάντων τῶν εἰρῃμένων λόγων ἰδέα. πολλὰ μὲν οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης εγγεγραμμένα, περὶ ὡν Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις· ἔστι δὲ τοῖς πλείοσι καὶ πρεσβύτης τις ἐγγεγραμμένος πολιὸς πτερωτὸς ἐντεταμένην ἔχων τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυνοειδῆ.

ἐπιrέrραπται δὲ ἐπὶ τοῦ Πρεσιqύτου· φάος ῥυέντας, ἐπὶ δὲ τῆς γυναικός· † περεηφικόλα. ἔοικε δὲ εἶναι κατὰ τὸν Σηθιανῶν λόγον ὁ φάος φάος τ·ὸ φῶς, τὸ σκοτεινὸν ὕδωρ όὲ ὴ φικόλα, τὸ όὲ ἐν μέσῳ τούτων διάστημα ἁρμονία πνεύματος μεταξὺ τεταγμένου. τὸ δὲ ὄνομα τοῦ φάος ῥυέντου τὴν ῥύσιν ἄνωθεν τοῦ φωτός, ὡς λέγουσι, δηλοῖ κάτω.

ὥστε εὐλόγως ἄν τις εἰποι τοὺς Σηθιανοὺς ἐγγύς που τελεῖν παῥ αὐτπῖς τὰ τῆς Μεγάλης † Φλοιᾶς ἰονόργια. τῇ δὲ διαιρέσει τῇ τριχῇ τριχῇ μαρτυρεῖν ἔοικε καὶ ὁ ποιητὴς λέγων·

  • τριχθὰ δὲ πάντα δέδασται, ἕκαστα δ᾿ ἔμμορε τιμῆς·
  • τουτέστι τῶν τριχῆ διῃρημένων ἕκαστον εἴληφε δύναμιν.