Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριά- δες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἕν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν <ὁ> αὐτὸς ἦν ὡροσκόπος.

καὶ πάλιν <εἰ> τὸν ἐν τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεννηθέντα ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνω διαφέροντας ἀλλήλων έπὶ τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεγεννῆσθαι.

οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾿ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆνοι, πάντες οἱ ἐν τῇ νηΐ συναπολοῦνται. διὰ τί γὰρ ἡ τούτου [*](1—11 Sext. ξ 88. 89 — 14-S. 39, 2 Sext. § 92. 93) [*](1 ἀναστρέψαντες Sext.: διαστρέψαντε: Ρ 2 λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει Sext. 3f τῷ αὐτῷ καθ᾿ ὁλοσχέρειαν χρόνῳ γενν. Sext. 6f οἰκ συναποτεχθέντων Sext. 7 οὐθεὶς Ρ: οὐδὲ Sext. 7f ὥστε <εἰ> und Χαλδαῖος <ἐπισκέπτεται> Cruize (ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖο: ἐπισκέπτεται, οὐ δυνηθήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτδν χρόνον γεννηθεὶς εὐτυχήσει Sext. § 89) 8 〈κατὰ〉 τὸν? Diels χρόνον <σκοπῶν> Miller 9 ὁ Sext. Ρ τὸν aὐτὸν Sext.: τοῦτον τὸν Ρ 10 κατὰ τὸν αὐτὸν Sext.: κατ᾿ αὐτὸν τὸν Ρ χρόνον] + τούτον Sext. 11 οὖν Miller: γοῦν Ρ 14 Τοξότου Sext.: τόζου Ρ 16 ἀνταγωνιζόμεναι Sext. ἢ Σαλαμῖνι > Sext. 17 πάντων Sext. ὁ αὐτὸς Sext.: αὐτῶν Ρ 18 + εἰ Hervet zu Sext.: > Sext. Ρ κάλπιδι Sext. 18f ναυαγήγειν Ρ 19 πῶς οἱ Sext.: πόσοι Ρ ἀνακομιζόμενοι Sext. 20 συγκατεποντώθησαν; ἀμήχανον Sext. 21 χρόνῳ > Sext. ἐπὶ Ρ: ἐν Sext. Gö. κάλπιδι Sext. Gö. γεγενῆοθαι Ρ 22 καὶ μὴν οὐδ᾿ ἔνεστι λέγειν ὅτι besser Sext. 23 συναπόλλυνται Sext.)

39
εἰμαρμένη τὰς πάντων νικᾷ, ἀλλ᾿ οὐχὶ διὰ τὸν ἕνα, ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισῴζονται;