Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνφ γεννηθέντες οὐ τὸν αὐτὸν ἴζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν , οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

οὐδεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλόαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ <ὁ> κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει.

πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς.