Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῆς τῶν ζῳδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασι προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον ἔσεσθαι· ὁ δὲ έν Παρθένῳ τετανόθριξ, λευκόχρως. ἄπαις, αἰδήμων.

ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. ἔστι γὰρ κατ᾿ αὐτοὺς μηδένα Ἀἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι· εἰ δ᾿ οὔ, δώσει τὸν τοιοῦτον λευκόν, τετανότριχα καὶ τὰ ἕτερα.

οἶμαι δὲ μᾶλλον τοὺς ἀρχαίους <τὰ> ὀνόματα τῶν κειμένων ζῴων ἐπίκλη<σιν> τοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν. οὐχ ὁμοιοτρόπου φύσεως· τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ <οἱ> ἑπτὰ ἀστέρες διεστῶτες ἀπ᾿ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ <οἱ>, ὥς φησιν ὁ Ἄρατος, πέντε;

  • ἀλλὰ δύο κροτάφοις, δύο δ᾿ ὄμμασιν, εἷς δ᾿ ὑπένερθεν
  • ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.