Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Σεισμοῦ δὲ φαντασίαν ποιοῦσιν, ὡς δοκεῖν πάντα κινεῖσθαι, κόπρον ἰχνεύμονος ἅμα τῇ σιδηραγωγούσῃ λίθῳ ἐπ᾿ ἀνθράκων πυρουμένην * * * .

Ἧπαρ δὲ δοκεῖν ἐγγεγραμμένον δεικνύουσι· τῇ μὲν ἀριστερᾷ χειρὶ ἐπιγράφει ὃ βούλεται πρὸς τὴν πύστιν ἀρμοσάμενος , τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. ἔπειτα ἀνελόμενος τὸ ἡπαρ ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς γεγράφθαι νομίζεται.

[*](24 ff Tgl. Lucian, Alexander 26)[*](3f συνεργήσαι πρὸς τὸ μιμήσασθαι We. 5 διαφαίροντα Ρ, διαφέροντα Ga. κιναβὰρ καὶ κόμι Ρ, dann Lücke Gö. 5f ἑτόμου Scott von λαγήνης?), ὑαλουργικῆς Cruize, καί τις ἑτοιμολόγος, τῆς Ga. 8 σχήματα ἂ ἐφ’ — ὑπό τινος σκέπεται Miller στὰς Kroll: τὰς Ρ ὑπό τινα We.: ὑπό τινος Ρ, ὑποτείνας Ga. 9 κατάγει Diels 10 ᾧ ἐδόκειν Ρ 11 ὑαλώδεσι τύποις Cruize, doch s. Ga. S. 72 16 ἀντανακλᾶται φῶς Cruize παρέχειν Ρ 17 καὶ > Miller 18 πρὸς ὄ] ὅσον Diels 20 + ἢ Miller 21 κόμεως Ρ 23 σεισμοῦ φαντασία a. Rande Ρ 26 ἥπατος δεῖξις a. Rande Ρ δοκοῦν ö., doch s. Ζ. 20 u. S. 61, 25 27 πύστην Ρ 28 κίκιδι Ρ)
64

Κρανίον δὲ λαλεῖν ἐπὶ γῆς θέντες ἐπιτελοῦσι τούτῳ τῷ τρόπῳ· αὐτὸ μὲν πεποίηται ἐπιπλόου βοείου, πεπλασμένον <δὲ> τυρρηνικῷ καὶ γύψῳ ἀναπεποιημένῃ περιτεθέντος τοῦ ὑμένος ἔμφασιν κρανίου ἐνδείκνυται, ὃ πᾶσι λαλεῖν δοκεῖ ἐνεργοῦντος τοῦ ὀργάνου, - καθ’ ὃν τρόπον καὶ ἐπὶ τοῖς παισὶ διηγησάεθα· γεράνου ἤ τινος τοιούτου μακροτραχήλου ζῴου φάρυγγα σκευάσας, προσθεὶς τῷ κρανίῳ λεληθότως ὁ συμπαίκτης ἃ θέλει φθέγγεται. ὃ ἐπὰν ἀφανὲς γενέσθαι θέλῃ, ἀνθράκων πλῆθος κύκλῳ περιθεὶς ὡς θυμιῶν ἐμφαίνεται, ὧν τῆς θέρμης ὁ κηρὸς ἀντιλαμβανόμενος λύεται, καὶ οὕτως ἀφανὲς το χρανιον γεγονεναι νομιζεται.