Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτα μάγων ἔργα καὶ τοιάδε μυρία, ἂ τῇ τῶν ἐπῶν συμμετρίᾳ καὶ τῶν ἀξιοπίστως δρωμένων ἔργων φαντασίᾳ πείθει τοὺς ἄφρονας· ὧν τὴν τέχνην καταπλαγέντες οἱ αἱρεσιάρχαι ἐμιμήσαντο, τὸ μὲν ἐν ἀποκρύφω καὶ σκότῳ παραδιδόντες τὰ δοκούμενα, τὰ δὲ καὶ παραφράζοντες ὡς ἴδια.

τούτου χάριν ὑπομνῆσαι θέλοντες τοὺς πολλοὺς περιεργότεροι ἐγενήθημεν πρὸς τὸ μὴ καταλιπεῖν τινα τόπον τοῖς ἐθέλουσι πλανᾶσθαι· ἀπηνέχθημεν δὲ οὐκ ἀλόγως εἴς τινα τῶν μάγων ἀπόρρητα, ἃ πρὸς μὲν τὸ προκείμενον οὐ πάνυ ἀναγκαῖα ἦν, πρὸς δὲ τὸ φυλάσσεσθαι [καὶ] τὴν τῶν μάγων πανοῦργον καὶ ἀσύστατον τέχνην εὔχρηστα ἐνομίζετο.

ἐπεὶ τοίνυν, ὡς εἰκάσαι ἔστι, τὰς πάντων δόξας ἐξεθέμεθα, πολλὴν φροντίδα ποιήσαντες πρὸς τὸ φανερῶσαι τὰ ὡς ξένα ὑπὸ τῶν αἱρεσιαρχῶν ἐπεισαγόμενα πρὸς θεοσέβειαν βειαν ὄντα μάταια καὶ νόθα, οὐδὲ ἐν αὐτοῖς ἴσως ἄξια λόγου τυγχάνοντα, δοκεῖ διὰ συντόμου λόγου ὑπομνησθῆναι κεφαλαιωδῶς τὰ προειρημένα.