Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τῆς † ἐτυμολογικῆς δὲ λαγήνου περικόψας τὸν τράχηλον καὶ τὸν πυθμένα, Μεὶς λύχνον καὶ περιθείς τι τῶν ἐπιτηδείων πρὸς τὸ διαυγεῖν σχῆμα, στὰς ἐφ’ ὑφηλοῦ κρύβδην ὑπό τινα σκέπην τις τῶν συμπαικτῶν, μετὰ τὸ λαβεῖν τὸ σύνθημα ἐκ μετεώρου καταχεῖ τὰ μηχανήματα, ὥστε δοκεῖν ἐξ οὐρανοῦ κατιέναι τὴν σελήνην.

τὸ δὲ ὅμοιον καὶ διὰ χύτρας γίνεται ἐν ὑλώδεσι τόποις. διὰ δὲ τῆς χύτρας καὶ τὰ κατ’ οἶκον παίζεται. βωμοῦ γὰρ κειμένου κατόπιν κεῖται ἡ χύτρα ἔχουσα λύχνον φαίνοντα· ὄντων δὲ πλειόνων λύχνων οὐδὲν τοιοῦτον δείκνυται. ἐπὰν οὖν ἐπικαλέσηται ὁ ἐπαοιδὸς τὴν σελήνην, πάντας κελεύει τοὺς λύχνους σβέννυσθαι, ἕνα δὲ ἀμαυρὸν καταλιπεῖν, καὶ τότε ἀντανακλᾷ τὸ φῶς τὸ ἐκ τῆς χύτρας εἰς τὸν ὄροφον καὶ παρέχει φαντασίαν σελήνης καὶ] τοῖς παροῦσιν, ἐπισκεπασθέντος τοῦ στόματος τῆς χύτρας πρὸς ὃ ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ, ὡς μηνοειδῆ δείκνυσθαι ἐν τῷ ὀρόφῳ τὴν φαντασίαν.

Ἀστέρας δὲ εἶναι δοκεῖν ποιοῦσι θρισσῶν <ἢ> ἱππούρου φολίδες ὕδατι μετὰ κόμμεως δεδευμέναι καὶ προσπεπλασμέναι τῷ ὀρόφῳ κατὰ διαλέμματα.