Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτ᾿ εἰπόντος αὐτοῦ πῦρ δι’ ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖν’ ἢ γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει.

ὁ δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὑ ἂν φθάσῃ καταφέρεται· καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. τοιαύτη ἡ μάγων πρόγνωσις.

Σελήνην δὲ ἐν ὀρόφῳ φαίνεσθαι δεικνύουσι καὶ ἀστέρας τοῦτον τὸν τρόπον· ἐν μέσῳ τῆς ὀροφῆς μέρει προσαρμόσας κάτοπτρον, τιθεὶς λεκάνην ὕδατος μεστὴν ἐν τῷ μέσῳ τῆς γῆς κατ’ ἴσον, λύχνον δὲ μέσον φαίνοντα ἀμαυρὸν μετεωρότερον τῆς λεκάνης θείς, οὕτως ἐκ τῆς ἀντανακλάσεως ἀποτελεῖ σελήνην φαίνεσθαι διὰ τοῦ κατόπτρου.

ἀλλὰ καὶ τύμπανον πολλάκις ἐφ’ ὑφηλοῦ πόρρω Μὲν [*](1—8 behandelt von Κ. Dilthey, Rh. Μ. XXVII 388ff.; Bergk PL4 III Ga. S. 65ff, — Ahnliche Beschwörungen der Hekate Theokrit II; magicua III in Abels Orphica S. 289 (Reitzenstein, Inedita poetarum fr. III Rostock 1892 S. 18 ff); Pariser Pap. her. von Wessely 2520ff (= Wünsch, Kleine Texte S. 10); Lucian Philopseudes C. 42) [*](1 ῥόμβῳ Bergk, hymn. mag. V. 2 Βαυβώ Βομβώ Dilthey, doch s. Reitzenstein S. 24). Näher als Βαυβώ (Miller) äge Βριμώ (Kuster, De papyri Paris, magicae, Regimontii 1911, p. 101) 2 τριοδῖτι Miller: τριοδείη Ρ νυκεροφοίτη Ρ, verb. Meinee, Ζ. für Altertumswiss. X 375 3 ἐΜ] θ übergeschr. Ρ ἑτέρη, αι über έ Ρ 5 ἀν νέκυας Meineke (vgl. Theokrit V. ἀνέλκυσι, darüber ἐννέκυσι Ρ στοίχουσα Ρ 7 μνήμη Ρ Μήνη ποικιλόμορφε Wilamovritz, Commentariolum gramm. III 29 13 Μιν Ρ 19 περὶ τῆς ἐν οἴκω φαντασίας a. R. Ρ δεικνύουσι ö.: δεικνύναι Ρ, δεικνύασι Miller 21 κατ’ ἴσον (nicht κτίσον) Ρ 22 φαίνων Ρ 24 ὑφ’ ὑψηλοῦ πόρρωθεν ὄρθριον Ρ, verb. Miller)

63
ὄρθιον περιβαλὼν ἐσθῆτί τινι, σκεπόμενον ὑπὸ τοῦ συμπαίκτου, ἵνα μὴ πρὸ καιροῦ φανῇ, κατόπιν θεὶς λύχνον , ἐπὰν τὸ σύνθημα παράσχῃ τῷ συμπαίκτῃ, τοσοῦτον ἀφαιρεῖ τοῦ σκεπάσματος, ὅσον ἂν συνεργῆσαι † τὸ προσμίμημα κατὰ τὸν καιρὸν τῆς σελήνης τὸ σχῆμα. χρίει δὲ τὰ διαφαίνοντα τοῦ τυμπάνου μέρη κινναβάρει καὶ κόμμι.

καὶ τῆς † ἐτυμολογικῆς δὲ λαγήνου περικόψας τὸν τράχηλον καὶ τὸν πυθμένα, Μεὶς λύχνον καὶ περιθείς τι τῶν ἐπιτηδείων πρὸς τὸ διαυγεῖν σχῆμα, στὰς ἐφ’ ὑφηλοῦ κρύβδην ὑπό τινα σκέπην τις τῶν συμπαικτῶν, μετὰ τὸ λαβεῖν τὸ σύνθημα ἐκ μετεώρου καταχεῖ τὰ μηχανήματα, ὥστε δοκεῖν ἐξ οὐρανοῦ κατιέναι τὴν σελήνην.

τὸ δὲ ὅμοιον καὶ διὰ χύτρας γίνεται ἐν ὑλώδεσι τόποις. διὰ δὲ τῆς χύτρας καὶ τὰ κατ’ οἶκον παίζεται. βωμοῦ γὰρ κειμένου κατόπιν κεῖται ἡ χύτρα ἔχουσα λύχνον φαίνοντα· ὄντων δὲ πλειόνων λύχνων οὐδὲν τοιοῦτον δείκνυται. ἐπὰν οὖν ἐπικαλέσηται ὁ ἐπαοιδὸς τὴν σελήνην, πάντας κελεύει τοὺς λύχνους σβέννυσθαι, ἕνα δὲ ἀμαυρὸν καταλιπεῖν, καὶ τότε ἀντανακλᾷ τὸ φῶς τὸ ἐκ τῆς χύτρας εἰς τὸν ὄροφον καὶ παρέχει φαντασίαν σελήνης καὶ] τοῖς παροῦσιν, ἐπισκεπασθέντος τοῦ στόματος τῆς χύτρας πρὸς ὃ ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ, ὡς μηνοειδῆ δείκνυσθαι ἐν τῷ ὀρόφῳ τὴν φαντασίαν.

Ἀστέρας δὲ εἶναι δοκεῖν ποιοῦσι θρισσῶν <ἢ> ἱππούρου φολίδες ὕδατι μετὰ κόμμεως δεδευμέναι καὶ προσπεπλασμέναι τῷ ὀρόφῳ κατὰ διαλέμματα.

Σεισμοῦ δὲ φαντασίαν ποιοῦσιν, ὡς δοκεῖν πάντα κινεῖσθαι, κόπρον ἰχνεύμονος ἅμα τῇ σιδηραγωγούσῃ λίθῳ ἐπ᾿ ἀνθράκων πυρουμένην * * * .

Ἧπαρ δὲ δοκεῖν ἐγγεγραμμένον δεικνύουσι· τῇ μὲν ἀριστερᾷ χειρὶ ἐπιγράφει ὃ βούλεται πρὸς τὴν πύστιν ἀρμοσάμενος , τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. ἔπειτα ἀνελόμενος τὸ ἡπαρ ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς γεγράφθαι νομίζεται.

[*](24 ff Tgl. Lucian, Alexander 26)[*](3f συνεργήσαι πρὸς τὸ μιμήσασθαι We. 5 διαφαίροντα Ρ, διαφέροντα Ga. κιναβὰρ καὶ κόμι Ρ, dann Lücke Gö. 5f ἑτόμου Scott von λαγήνης?), ὑαλουργικῆς Cruize, καί τις ἑτοιμολόγος, τῆς Ga. 8 σχήματα ἂ ἐφ’ — ὑπό τινος σκέπεται Miller στὰς Kroll: τὰς Ρ ὑπό τινα We.: ὑπό τινος Ρ, ὑποτείνας Ga. 9 κατάγει Diels 10 ᾧ ἐδόκειν Ρ 11 ὑαλώδεσι τύποις Cruize, doch s. Ga. S. 72 16 ἀντανακλᾶται φῶς Cruize παρέχειν Ρ 17 καὶ > Miller 18 πρὸς ὄ] ὅσον Diels 20 + ἢ Miller 21 κόμεως Ρ 23 σεισμοῦ φαντασία a. Rande Ρ 26 ἥπατος δεῖξις a. Rande Ρ δοκοῦν ö., doch s. Ζ. 20 u. S. 61, 25 27 πύστην Ρ 28 κίκιδι Ρ)
64

Κρανίον δὲ λαλεῖν ἐπὶ γῆς θέντες ἐπιτελοῦσι τούτῳ τῷ τρόπῳ· αὐτὸ μὲν πεποίηται ἐπιπλόου βοείου, πεπλασμένον <δὲ> τυρρηνικῷ καὶ γύψῳ ἀναπεποιημένῃ περιτεθέντος τοῦ ὑμένος ἔμφασιν κρανίου ἐνδείκνυται, ὃ πᾶσι λαλεῖν δοκεῖ ἐνεργοῦντος τοῦ ὀργάνου, - καθ’ ὃν τρόπον καὶ ἐπὶ τοῖς παισὶ διηγησάεθα· γεράνου ἤ τινος τοιούτου μακροτραχήλου ζῴου φάρυγγα σκευάσας, προσθεὶς τῷ κρανίῳ λεληθότως ὁ συμπαίκτης ἃ θέλει φθέγγεται. ὃ ἐπὰν ἀφανὲς γενέσθαι θέλῃ, ἀνθράκων πλῆθος κύκλῳ περιθεὶς ὡς θυμιῶν ἐμφαίνεται, ὧν τῆς θέρμης ὁ κηρὸς ἀντιλαμβανόμενος λύεται, καὶ οὕτως ἀφανὲς το χρανιον γεγονεναι νομιζεται.

Ταῦτα μάγων ἔργα καὶ τοιάδε μυρία, ἂ τῇ τῶν ἐπῶν συμμετρίᾳ καὶ τῶν ἀξιοπίστως δρωμένων ἔργων φαντασίᾳ πείθει τοὺς ἄφρονας· ὧν τὴν τέχνην καταπλαγέντες οἱ αἱρεσιάρχαι ἐμιμήσαντο, τὸ μὲν ἐν ἀποκρύφω καὶ σκότῳ παραδιδόντες τὰ δοκούμενα, τὰ δὲ καὶ παραφράζοντες ὡς ἴδια.

τούτου χάριν ὑπομνῆσαι θέλοντες τοὺς πολλοὺς περιεργότεροι ἐγενήθημεν πρὸς τὸ μὴ καταλιπεῖν τινα τόπον τοῖς ἐθέλουσι πλανᾶσθαι· ἀπηνέχθημεν δὲ οὐκ ἀλόγως εἴς τινα τῶν μάγων ἀπόρρητα, ἃ πρὸς μὲν τὸ προκείμενον οὐ πάνυ ἀναγκαῖα ἦν, πρὸς δὲ τὸ φυλάσσεσθαι [καὶ] τὴν τῶν μάγων πανοῦργον καὶ ἀσύστατον τέχνην εὔχρηστα ἐνομίζετο.

ἐπεὶ τοίνυν, ὡς εἰκάσαι ἔστι, τὰς πάντων δόξας ἐξεθέμεθα, πολλὴν φροντίδα ποιήσαντες πρὸς τὸ φανερῶσαι τὰ ὡς ξένα ὑπὸ τῶν αἱρεσιαρχῶν ἐπεισαγόμενα πρὸς θεοσέβειαν βειαν ὄντα μάταια καὶ νόθα, οὐδὲ ἐν αὐτοῖς ἴσως ἄξια λόγου τυγχάνοντα, δοκεῖ διὰ συντόμου λόγου ὑπομνησθῆναι κεφαλαιωδῶς τὰ προειρημένα.