Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ἢ ποδαπός. οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν. ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται.

τοῦτο δὲ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ [*](5 δηγησάμεθα] S. 55, 27ff — 27ff 8. z. Β. Philo De decalogo § 53ff Cohn) [*](1 λαλοῦν Ρ 2 τρόπω αὐτὸ μὲν rot in die freigelassene Lücke geschrieben ἐπίπλοος Ρ ἐπιπλέον βώλου Cruize + δὲ Miller 3 ἀνατετριμμένῃ Cruize 4 φασὶ F 7—10 ὃ ἐπὰν — νομίζεται mit gleicher Tinte a. Rande 8 θέλει Ρ 12 ἀξιοπίστων Ρ 16 ἐγεννήθημεν Ρ τρόπον V, verb. Gö. 19 καὶ > Miller 20 ἐνομίζετο Gö.: νομίζει Ρ 22 ὡς > Miller: ἐπὶ Ρ 23 ἴσως Miller: οἴσεις Ρ 27 ὅρα τὴν διάφορον δόξαν τῶν περὶ θεοῦ a. Rande Ρ 29 ἐλάττω Ρ)

65
ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον, ὅτι ἰδόντες τῆς κτίσεως τὰ μεγέθη ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ’ ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι, καὶ οὐδὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι τὸν θεὸν ἀπεφήναντο, αἴτιον <δὲ> πρὸς θεολογίαν ἓν βλεπομένων νομίσας † ὁπερ ἔκρινε, καὶ οὕτως ἐπὶ τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν.

οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται·

νυκτὶ γὰρ ἐπακολουθεῖ ἠμέρα, τῇ δὲ ἡμέρᾳ νύξ. Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι εἶναι νομίζοντες τὴν τοῦ θεοῦ δύναμιν ψηφίσαντες σαντες τά τε διαστήματα τῶν μοιρῶν ἐξ ἐπιπνοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν, καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι·

αὕτη γάρ, φησίν, ἀγέννητος οὖσα τοὺς ἐξῆς ἀριθμοὺς γεννᾷ· οἷον ἐφ’ ἐαυτὴν ἡ μονὰς ἐπιπροστεθεῖσα γεννᾷ τὴν δυάδα καὶ ὁμοίως ἐπιπροστιθεμένη γεννᾷ τὴν τριάδα καὶ τετράδα μέχρι τῆς δεκάδος, ἥτις ἀρχὴ καὶ τὸ τέλος τῶν ἀριθμῶν, ἵνα γένηται πρώτη καὶ δεκάτη ἡ μονὰς διὰ τὸ καὶ τὴν δεκάδα ἰσοδυναμεῖν καὶ ἀριθμεῖσθαι εἰς μονάδα·

καὶ αὕτη δεκαπλασιασθεῖσα γίνεται ἐκατοντὰς καὶ πάλιν γίνεται μονάς· καὶ ἡ ἑκατοντὰς δεκαπλασιασθεῖσα ποιήσει χιλιάδα, καὶ αὕτη ἔσται μονάς· οὕτως κἂν τὰ χίλια δεκαπλασιασθέντα ἀπαρτίσωσι τὴν μυριάδα, ὁμοίως ἔσται μονάς. τῆς δὲ μονάδος κατὰ τὴν ἀδιαίρετον σύγκρισιν συγγενεῖς ἀριθμοὶ [*](12 ff diese ägyptische Lehre ist in Wahrheit neupythagoreisch. Über die Monas als Gottheit s. I 2, 2 und Zeller III 24 S. 114. 218 — 14 μοιρῶν] vgl. S, 66, 24 — 16 ἀγέννητος vgl. VI 23, 1 — 17 τοὺς ἑξῆς ἀριθμοὺς γεννᾷ vgl. I 2, 6. IV 51, 4. VI 23. 2 — 19ff vgl. z. B. Philo De decal. § 27 Cohn) [*](1 ὅτι Roeper: οἳ Ρ 4 θεόν. ἀπέφηναν δὲ τὸ Gö. <ἀλλ’> + δὲ We. 5 νομίσας <ἕκαστος> Miller, νομίσας <τις> Gö., ὃ προέκρινε Cruice, προέκριναν Diels ἐπὶ > ? We. 8 ὄντος Ρ 11 αὐτὸ τοῦ Scott: ταῦτα Ρ 13 nach δύναμιν Lücke Gö., + ψήφοις ὑπέβαλον 14 τά τε Miller: τάδε Ρ, τὰ Cruice μυρῶν Ρ ἐπιπνοίας Gö.: ἐπινοίας 16 φασιν? Miller 17 ἐπιπροσθεῖσα Ρ 19 περὶ τῆς δεκάδος a. Rande Ρ #x003E; ἀρχὴ Miller 22 γίνεται 1 We.: γένηται Ρ καὶ 1] ἣ Miller καὶ 2 Roeper: κἂν Ρ (ποιήσῃ Miller) 23 αὕτη <καὶ αὐτὴ> We. κἂν καὶ Ρ 24 δεκαπλ. Lücke von 22 Lettern, aber es stand nie etwas in der Lücke P, Miller)

66
παραλαμβάνονται γ ε ς θ. ς θ.

ἔστι δὲ πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ τὴν τῆς ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν.

συγγενὴς δὲ ὁ ἀριθμός ἐστι τοῦ δ καὶ η. ταῦτα δὲ ἐκ τῆς μονάδος ἀριθμὸν λαβόντα † πρόνοιαν ἀρετῆς ἐχώρησε μέχρι τῶν ݲ στοιχείων, λέγω δὴ τοῦ πνεύματος καὶ πυρὸς ὕδατός τε καὶ γῆς· καὶ ἐκ τούτων ποιήσας τὸν κόσμον ἀρρενόθηλυν αὐτὸν κατεσκεύασε, καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε, τό τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο <τὸ> ἡμισφαίριον τῆς μονάδος τε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν·

λεπτομερὴς γὰρ οὖσα ἡ μονὰς ποτᾶται εἰς τὸ λεπτότατον μέρος καὶ καθαρώτατον τοῦ αἰθέρος· τά τε ἄλλα δύο στοιχεῖα ὄντα παχύτερα ἀπένειμεν τῇ δυάδι, γῆν τε καὶ ὕδωρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον κατωφερὲς θηλυκόν τε καὶ κακοποιόν· καὶ αὐτὰ δὲ πάλιν τὰ ἄνω δύο στοιχεῖα ἑαυτοῖς συγκρινόμενα ἔχουσιν ἐν ἑαυτοῖς τὸ ἄρρεν καὶ τὸ θῆλυ πρὸς εὐκαρπίαν καὶ αὔξησιν τῶν ὅλων.

καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ· καὶ πάλιν τὸ ὕδωρ ἄρρεν ἐστίν, ἡ δὲ γῆ θῆλυ. καὶ οὕτως ἀπ᾿ ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ. ὥσπερ γὰρ δύναμις τοῦ πνεύματός ἐστι τὸ πῦρ, οὕτως καὶ τῆς γῆς τὸ ὕδωρ.

Καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ ἀναλυόμενα καθ’ ὑφαίρεσιν ἐννάδων λήγει οἰκείως, ἂ μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμόν, ἃ δὲ εἰς τὸν θηλυκόν· ὑφαιρεῖται δὲ πάλιν ἡ ἐννὰς διὰ ταύτην τὴν αἰτίαν, διὰ τὸ τὰς τριακοσίας ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι καὶ διὰ τοῦτο τὰ τέτταρα πλινθία τοῦ κόσμου ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων.

προσῳκείωται δὲ τῇ μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος, καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ἡ ζωή, τῇ δὲ [*](2 ἑξακύκλου ἕλικος] Piatos Timaios S. 36 C D ο. IV 8, 1)? — 7f s. z. B. Philo De decalogo § 56. 57 Cohn — 21ff über die ἐννάς s. IV 14 — 24 über die 360 μοῖραι s. z. B. Sext. Emp. Adv. astrol. § 5 — 26ff. 67, 10ff über die pythagoreischen συστοιχίαι s. Diels, Vorsokr. I 347ff) [*](1 θ > Cruice 2 τῆς Miller: τοῦ Ρ 5 ἀριθμὸν] ἀριθμοῦ Miller, ἀρχὴν λαβόντα πρώτην οἱονεὶ θεωρητὴν We., vgl. IV 51, 2 ἐχώρισε Roeper δων Ρ 7 <ὁ> ποιήσας Miller 9 + τὸ Miller 1 7 τὸ <μὲν> 20 hinter ὕδωρ Lücke Miller 21 ἀναλυόμενα Roeper: ἀποδυόμενα Ρ Ρ λέγει οἰκειωσαμένη εἰς Ρ, verb. Gö. 23 θηλυκὸν ö.: θῆλυ, Abkürzungsstrich = ν noch kenntlich) 25 τέτταρα Roeper: 26 προσοικείωται Ρ)

67
δυάδι ὁ θάνατος, καὶ τῇ μὲν ζωῇ <ἡ> δικαιοσύνη, τῷ δὲ θανάτῳ ἀδικία. διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιόν ἐστιν, οἶον ψηφίζουσι·

μονάς, ἴνα ἀπ’ αὐτῆς ἀρξώμεθα, γίνεται τξα, ἃ λήγει εἰς μονάδα τῆς ἐννεάδος ὑφαιρεθείσης. ὁμοίως ψήφισον· δυὰς γίνεται χε· ὕφελε τὰς ἐννεάδας, λήγει εἰς δυάδα, καὶ ἀποκαθίσταται ἐκαστον εἰς τὸ ἴδιον.