Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὰ δὲ πάντα διοικεῖ ὁ λόγος ὁ θεοῦ, ὁ πρωτόγονος πατρὸς παῖς, ἡ πρὸ ἑωσφόρου φωσφόρος φωνή. ἔπειτα δίκαιοι ἄνδρες γεγένηνται φίλοι θεοῦ. οὗτοι προφῆται κέκληνται [*](1 vgl. Gen. 1, 28 ἄρχετε — 5 θεὸς] vgl. S. 293, 4 und Stählin zu Strom. VII 3, 6 S. 5, 2 Diognetbrief 10 — 6f Matth. 25, 21. 23. Luk. 19, 17 Ropes, Die Sprüche Jesu (TU XIV 2) S. 16 Nr. 5 εἰ τὸ μικρὸν οὐκ τὸ μέγα τίς ὑμῖν δώσει — 9 vgl. Plato, Timaios S. 41B — 21ff vgl. G. Noetos 11, 12 S. 51, 24ff L. — 25 f vgl. Psal. 109, 3 ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε II Petr. 1, 18. 19 — 26— S. 291, 3 vgl. De Antichristo 2 S. Ach., Über die Segnungen Jakobs TU 3. Reihe VIII 1 S. 35, 1. 21) [*](1 δημιουργὸν Ρ, verb. Scott Bunsen 7 τούτων Roeper 10 + ἀλλὰ Roeper, + ποιεῖ Wordsworth, εἰ μὴ Miller 12 ἄρχον, οὐ Ρ, ἄρχοντα Bunsen, ἄρχ·ον ὄν Wordsworth 13 κρατῶν Ρ ἔχοντα Ρ 14 αὐτεξούσιος We.: αὐτεξούσιως so Ρ, αὐτεξούσιον Ρ nach Miller 15 <ὂν> μὲν Bunsen + δὲ We. 16f ἐπιγενόμενον? Bunsen 18 εἰ Miller: οὐ Ρ 20 μάστιγξ Ρ 22 ἐπάνωθεν κινουμένων ὡς διὰ? Gö. ἔγγιον <δ᾿> We. 22f μετσίος P)

291
διὰ τὸ προφαίνειν τὰ μέλλοντα.

οἷς οὐχ ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν γενεῶν αἱ τῶν προλεγομένων φωναὶ εὐαπόδεικτοι παρίσταντο· οὐκ ἐκεῖ μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο· ὅτι τὰ μέν παρῳχημένα λέγοντες ὑπεμίμνῃσκον τὴν ἀνθρωπότητα, τὰ δὲ ἐνεστῶτα δεικνύντες μὴ ῥᾳθυμεῖν ἔπειθον, τὰ δὲ μέλλοντα προλέγοντες τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα.

τοιαύτη ἡ καθ᾿ ἡμᾶς πίστις, ὠ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων οὐδὲ οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ, ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν.

τοῦτον τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἴνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.

τοῦτον τοῦτον ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρὼν καὶ δι᾿ αὑτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ θεὸς πονηρὸν καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις.