Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὗτος οὖν μόνος καὶ κατὰ πάντων θεὸς λόγον πρῶτον ἐννοηθεὶς ἀπογεννᾷ, οὐ λόγον ὡς φωνήν, ἀλλ᾿ ἐνδιάθετον τοῦ παντὸς λογισμόν. τοῦτον μόνον ἐξ οντων ἐγέννα· το γὰρ ον αυτος ὁ πατὴρ ἠν, ἐξ οὑ τὸ γεννηθέν.

καὶ αἴτιον τοῖς γινομένοις λόγος ἦν ἐν αὑτῷ φέρων τὸ θέλειν τοῦ γεγεννηκότος, οὐκ ἄπειρος τῆς τοῦ πατρὸς ἐννοίας· ἅμα γὰρ τῷ ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος, φωνὴν εἶχεν ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον τὸ κατὰ ἓν λόγος ἀπετέλει τὸ ἀρέσκον θεῷ.

καὶ τὰ μὲν ἐπὶ γενέσει πληθύνοντα ἄρσενα καὶ θήλεα εἰργάζετο· ὅσα δὲ πρὸς ὑπηρεσίαν λειτουργίαν, ἢ ἄρσενα [ἢ] θηλειῶν μὴ προσδεόμενα ἢ οὔτε ἄρσενα οὔτε θήλεα.

καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, <οὐδ᾿ ἐξ> ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἴνα λόγος ὑπουργῇ.

ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα.