Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον ἢ γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν· ἀλλ’ ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων· πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις.

διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τά δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει.

καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἠν — λύσις γὰρ οὐ παρακολουθεῖ· τὸ γὰρ ὲν οὐ λυθήσεται πώποτε —, τὰ δὲ ἐκ δύο ἢ τριῶν ἢ τεσσάρων λυτά, διὸ καὶ θνητὰ ὀνομάζεται· θάνατος γὰρ τοῦτο κέκληται, ἡ τῶν δεδεμένων λύσις.

ἱκανὸν οὖν νῦν τοῖς εὖ φρονοῦσιν ἀποκεκρίσθαι, οἵ, εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ πάντα δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας·

τὸ δὲ νῦν ἱκανὸν [εἶναι] ἐκθέσθαι τὰς αἰτίας, ἃς οὐ γνόντες Ελληνες κομψῷ τῷ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν τὸν κτίσαντα ἀγνοήσαντες· ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι ὁμοίοις [*](1 bis Schluß des Buches ediert Wordsworth a. a. Ο. S. 276ff — 8 G. 10 S, 50, 27 μηδὲν ἔχων ἑαυτῷ σύγχρονον 50, 30 L. — 16—19 vgl. Plato, S. 41 AB — 22f vgl. über diese Schrift und ihre verschiedene Betitelung (περὶ τῆς τοῦ παντὸς αἰτίας) Harnack, Gesch. der altchristl. Litt. I 622 — 24 vgl. Röm. 1, 21) [*](2 μάθετε Hare bei Bunsen, Hipp. I 399 (I 109): μαθηταὶ Ρ 3 + τίς Bunsen 4 κομπολόγως Miller: κομπολόγω Ρ, κομπῷ λόγω? Gö., oder κομψῷ λόγῳ Scott (vgl. Ζ. 24), doch s. S. 292, 14 5 ἐν Sauppe: ἢ Ρ 6 + ὠριγένης καὶ ὠριγένους δόξα rot Ρ 10 ὀροφὴν Scott: μορφήν Ρ 11 ὅτι Gö.: ὅτε Ρ 13 δὲ Gö.: τε P 19 οὖν <οἶμαι> Gö. εἶναι ἱκανὸν Roeper <οἶμαι> εἶναι Bunsen, + δοκεῖ oder νομίζω γνῶντες Ρ, aber ω irgendwie geändert 24 κομπῷ? Gö. 25 Wordsworth ὁμοίοις] οἰκείοις Scott)

289
λόγοις τὰ ὑπ᾿ ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.