Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τῷ δὲ Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων λݲβݲ οὗτοι· Χαναάν, ἐξ οὑ Χαναναῖοι, Μεστραείμ, ἐξ Αἰγύπτιοι, Χοῦς, ἐξ οὑ Αἰθίοπες, Φούδ, ἐξ οὑ Λίβυες. οὗτοι τῇ κατ αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται· εἰς δὲ τὸ Ελληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται ὀνομάζονται.

εἰ δὲ μηδὲ τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον ἦν μηδὲ ἀρχὴ γένους ἀνθρώπων δείκνυται, οὑτοι δὲ υἱοὶ τοῦ Νῶε ἀνδρὸς γίνονται θεοσεβοῦς, ὃς καὶ αὐτὸς μαθητὴς γεγένηται ἀνδρῶν θεοσεβῶν, οὑ χάριν διέφυγε πολλὴν ὕδατος πρόσκαιρον ἀπειλήν, πῶς οὐ προγενέστεροι ἠσαν <οἱ> θεοσεβεῖς πάντων Χαλδαίων, Ἑλλήνων, ὧν πατὴρ ἐκ τοῦ[του] Ἰάφεθ γεννᾶται, ὄνομα Ἰωύαν, οὗ Ἕλληνες καὶ Ἴωνες;

εἰ δὲ τὰ περὶ φιλοσοφίαν ἀπασχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν θεοσεβῶν γένους καὶ κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ βάρβαρα καὶ ὅσα ἐν κόσμῳ [*](10 Gen. 1, 28 — 12 οݲβݲ ebenso S. 286, 5, vgl. Bauer S. 48f 13—15 vgl. Hippolyts Chronik S. 66 und Jos. Alt. I § 130—134 N., s. Bauer — 16 bis Schluß des Buches ediert Bunsen, Analecta 1 381ff — 23f Chronik 60 S. 50 Bauer Ἰωύαν, ἀφ’ οὗ Ἕλληνες καὶ Ἴωνες) [*](1 τῆς > Gö. 5 <ἐν> ταύταις Sauppe 6 οὐ] οὗ Ρ 11 οὗτοι Ρ Χαναάν Miller: χάριν so Ρ Μεστραείμ Hippolyt, Chronik 110. 111 S. 68 Bauer: μετραείμ Ρ, Μεσραΐμ Gö. 15 <ἐν> τῇ We. 18 μήτε — μήτε We. ἀρχὴ We.: ἀρχὴν Ρ γένους P: γένος Miller 21 ἀπειρὴν corr. in ἀπειλὴν Ρ 22 + οἱ Sauppe, vgl. S. 286, 20 23 τοῦ Bauer S. 50: τούτου Ρ ἰαφθέθ corr. in ἰαφέθ Ρ 24 φιλοσοφίαν ἀπασχοληθέντα We., vgl. Ζ. 3f: φιλοσοφίας ἀναπασχοληθέντα Ρ (αν Correctur der ας), φιλοσοφίας ἐναπασχοληθέντα Miller 25f κατακλυσμοῦ Miller: κατὰ λογισμοῦ Ρ 26 πάντως Bunsen: παντὸς Ρ)

288
γνωστά τε καὶ ἄγνωστα νεώτερα τούτων φανήσεται;