Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλὴς γυναικὶ καὶ τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ διέφυγε τὸν γενόμενον κατακλυσμὸν ἐν κιβωτῷ διασωθείς, ἡς καὶ τὰ μέτρα καὶ τὰ λείψανα, καθὼς ἐκτεθείμεθα, ἕως νῦν ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὐσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. ἐνιδεῖν οὗν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον <ὂν> πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων. τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς [*](5f ἐν ἑτέραις βίβλοις] Chronik § 200, wo sich S. 100ff Bauer die Völkerliste findet, s. Bauer S. 141. 1523 — 15 über die Summe 495 s. Bauer S. 42 Anm, — 16 f das Citat bezieht sich auf exegetische Schriften (Bauer S. 161) s. Danielcommentar IV 24, arabisches Fr. IV S. 90f Ach. — vgl. Josephue Alt. I § 92 N. ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τά λείψανα ἐπιδεικνύουσι — 20f u. S. 187, 22 bei Josephus C. Apion. § 8. 14. 28. 215 N. rangieren noch Ägypter und Chaldäer an Alter ihrer Geschichte und Überlieferung neben) [*](1 τῇ > Miller 2 πατὴρ Bunsen I 399 (1 108), Spatium 4 Buchst. Ρ 3 σερούρ Ρ 3f < > Bunsen 4 Spatium 27 — 29 Buchst. P: τοὺς ἀπὸ Σὴμ γενομένους (Gen. 10, 21) Roeper, τοὺς Ἰουδαίους· ἐπὶ δὲ τοῦ Φαλὲγ ἐγένετο ἡ τῶν ἐθνῶν διασπορά Bunsen, ἐπὶ | δὲ τοῦ Φαλὲγ διεσπάρησαν οἱ ἄνθρωποι We., vgl. Hippolyts Chronik S. 100 Bauer 5 ἐκτεθήμεθα Ρ 6 παραλιπόντες κατὰ τόπον Gö.: καταλιπόντες, κατὰ τρόπον Ρ βουλόμενος Ρ 7 τε Gö.: δὲ Ρ Ρ 10 ἀφὰξδ, durch das 2. α scheint später mit hellerer Tinte ρ zu sein Ρ 12 οἵ τε Miller: ὅτε Ρ 13 τούτου (Eber) Bauer brieflich καὶ bezieht sich auf § 42 der Chronik): τούτων P 16f τὰ μέτρα σαφῶς ἐκτεθείμεθα καὶ τὰ λείψανα ἕως νῦν ἀποδείκνυται Scott 20 + ὂν Sauppe, vgl. S. 287, 4)

287
καὶ θεοῦ ὁμιλητὰς ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης [τῆς] πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;

Ἀλλ᾿ ἐπεὶ οὐκ ἄλογον δοκεῖ ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων, εὔλογον εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πότε μετοικήσαντες ταύταις τοῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ᾿ αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ κατοικησάντων.

γίνονται τῷ Νῶε τρεῖς παῖδες Σήμ, Χάμ, Ἰάφεθ· ἐκ τούτων πᾶν γένος ἀνθρώπων πεπλήθυνται καὶ πᾶσα χώρα κατοικεῖται· ῥῆμα γὰρ θεοῦ ἐπ’ αὐτοὺς ἴσχυσεν εἰπόντος· »αὐξάνεσθαε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν«. τοσοῦτον δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος οβ, ἐκ μὲν τοῦ Σὴμ κݲεݲ, ἐκ δὲ Ἰάφεθ ιݲεݲ, ἐκ δὲ τοῦ Χὰμ λβ.