Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τούτου τοίνυν τοῦ λόγου κρατήσαντες μάθετε Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ <τίς> ἡ τούτου δημιουργία, παρ᾿ ἡμῶν τῶν φίλων τοῦ θεοῦ καὶ μὴ κομπολόγως τοῦτο ἠσκηκότων, ἀλλ’ ἐν ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν αὐτοῦ λόγους ποιουμένων.

Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον ἢ γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν· ἀλλ’ ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων· πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις.

διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τά δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει.