Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Εὐφράτης <ὁ> λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον, [*](1 — 4 aus S. 19, —20, 4 — 5 —7 vgl. Sext. a. a. Ο. § 319 προειληφότες οὖν ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων — 11 — 23 = S. 78, 5. 6. 11—79, 1 — 24 vgl. S. 33, 8 107, 9 24— S. 270, 4 =S. 104, 15—105, 33. Benutzt von Theodoret I 17 ὁ Καρύστιος καὶ ὁ Περατικὸς Εὐφράτης, ἀφ’ οὗ Περάται προσηγορεύθησαν οἱ τούτων ὁμόφρονες, ἕνα κόσμον εἶναί φασι τριχῇ διῃρημένον. καὶ τὸ μὲν ἓν μέρος) [*](1 ἀνάρμων Sext. Gö.: ἀνάρχ·ων Ρ 2 <καὶ> εἶναι Cruice 7 8 αἱρεσιάρχαις <δεδοκημένα> Gö., s. zu S. 265, 22 <ἐν> ἐπιτομῇ Ρ 15 αὐτοῦ Bernays (s. Η), der einen Fehler des Hipp. selbst annimmt: αὐτὸν Ρ, εἰς αὐτὸν Miller 18f γένεσι τοῦ παντός. τούτου φάσκουσι Bernays 19 οὗτοι Gö.: οὕτω Ρ τριγενῆ Ρ 22 φησιν PH: φασὶ Miller 24 Ρ Ἀδέμης] vgl. zu S. 33, 3 καροίστιος Ρ ἐφράτης Ρ + ὁ Η, vgl. Theod.)

269
τριχῇ διῃρημένον. ἔστι δὲ <τῆς> τριχῇ διαιρέσεως παρ᾿ αὐτοῖς μὲν ἓν μέρος οἱονεὶ μία ἀρχὴ καθάπερ πηγὴ μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη.

ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ᾿ αὐτούς ἐστιν ἡ τριάς, καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος· τρίτον ἰδικόν· καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον <ὅπερ ἐστὶν ἀγαθόν· τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές· τὸ γεννητόν>· ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, ἀνθρώπους.

ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ ἀνθρώπους καὶ τὰ λοιπά. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐπὶ τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν αὑτῷ πάντα τὰ [τοῦ κόσμου] συγκρίματα καὶ τὰς καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον·