Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐν ᾡ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος <κῶς>. κατενεχθῆναι δὲ ἀπὸ τῶν κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾧ ἐσμεν ἡμεῖς. παντοίων δυνάμεων σπέρματα. κατεληλυθέναι δὲ τὸν Χριστὸν ἄνωθεν ἀπὸ ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα.

ἃ μὲν γάρ, φησίν, ἐστὶν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾿ αὐτοῦ, τὰ δὲ οἷον τινὰ πηγὴν εἶναι μεγάλην εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον (δυναμένην?). τὴν δὲ πρώτην τομὴν τριάδα προσαγορεύουσι καὶ καλοῦσιν αὐτὴν ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ δὲ δεύτερον δυνάμεων ἀπείρων τὸ πλῆθος. τὸ δὲ τρίτον καλοῦσιν ἰδικόν. καὶ τὸ μὲν πρῶτον ἀγέννητον λέγουσι καὶ ὀνομάζουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς πρώτης τοῦ κόσμου διαιρέσεως παρ’ αὐτὴν τὴν τοῦ κόσμου συντέλειαν ἐν τοῖς Ἡρώδου χρόνοις κατεληλυθέναι τριφυῆ τινα ἄνθρωπον καὶ τρίσωμον καὶ τριδύναμον καλούμενον Χριστὸν καὶ διελθεῖν τόν τε ἀγέννητον κόσμον [*](6 Kol. 2, 9 (ἐν αὐτῷ), anders Η, wo Κοί. 1, 19 und 2, 9 contaminiert) [*](1 τῆς τριχῆς (lies τριχῆ) H: τριχῆς P 2 οῖονεὶ Miller (doch s. Bernays, Ges. Abh. I 303): οἷον ἡ Ρ (οἷον μία τις ἀρχή Η) 4 ἐστὶ τριὰς Η 6 ἄπειρον Bernays: ἀπείρων Ρ, vgl. Theod. <τὸ> τρίτον Η Baxmann, vgl. Theod. Cruice 7f < > Η Bernays, aber Theod. hat dieselbe Lücke, an der also Hippolyts eigene Nachlässigkeit schuld ist 13 τριφυῆ Η Theod.: τριφυήν 15 αὐτῶ Ρ, ἑαυτῶ Η τοῦ κόσμου > Η Bernays 17 σωματικῶς Η Bernays: σώματι Ρ 19 παντοίων Η Bernays: παντοῖα Ρ 20 ἀπὸ] + τῆς Η 21 σωθεῖ Ρ 21f τὰ μὲν γάρ, φησίν, ἄνωθεν κατενηνεγμένα Η)

270
ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται εἰκῆ καὶ κολασθέντα ἀποπέμπεται. δύο δὲ εἶναι μέρη τὰ σῳζόμενα λέγει, τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. ταῦτα καὶ οἱ Περάται.

Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἶον εἰ γένοιτο παιδίον αὐλητῇ † γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἤ τινι τέχνῃ ὁμοίως.