Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῇ διαιροῦσιν. ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν.

καλοῖσι δὲ αὐτὸν Ἀδάμαν, καὶ νομίζουσι τὴν αὐτοῦ εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ αὐτοῦ λελαληκέναι τάς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι.

τοῦ παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν, καὶ τρεῖς ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος. ταῦτά ἐστι τὰ κατ᾿ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. ταῦτά φησιν παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.