Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ακαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὠν ἄρξας ὁ Πύρρων, ἀφ’ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν.

οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητὴν καὶ μηδέποτε ἐν τῷ αὐτῶ μένειν.

οἱ μὲν οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσιν μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. οἱ δὲ τὸ <οὐ> μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ <πῦρ> εἶναι ἢ τι. οὐ μέντοι ἀπεφήναντο αὐτὸ <τὸ> τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.

Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν τοῖς [*](7—12 Epicurea ρ. 228, 6—11 — 13—18 frei excerpiert Cedr. — 18f die Verbindung heraklitischer Lehre mit der Skepsis weist wohl auf Anesidem — 22 vgl. Sext. P. H. I 188ff, Diog. IX 75, Änesidem bei Photius S. 169 b. 170 a Bekker) [*](2 τε] δὲ Usener 3 αὐτὸν αὐτὸν πρᾶγμα ἔχειν οὔτε οὔτε ἄλλῳ (Diels mit der Anderung πράγματα. nach Epicurea S. 71 I Usener), οὔτε αὐτὸς βούλεται πράγματα ἔχ. οὔτε ἄλλοις Cedr.: μήτε — πράγματα — μήτε ἄλλοις HSS οἷς] ᾠ Τ (Diels, vgl. Ζ. 10) 4 Β 5 τέλος αὐτοῖς εἶναι Τ 6 τὴν κατά τὰς θνητὰς Cedr.: κατὰ ἔθνη τὰς HSS 8 γεννᾶσθαι Τ αἷμα kann in der ’orlage nicht gestanden haben (Diels) 11 ὡς Roeper: ὧν HSS 12 ὁ > Grouov 13 ΒΟ 15 πυρρώνιοι HSS ἐπεκλήθησαν Cedr. ἁπάντων L O Cedr.: πάντων 17 οὔτε νοητὸν οὔτε αἰσθητὸν Cedr. 21 + οὐ Roeper 22 οὐ Roeper: τὸ HSS μᾶλλόν τι πῦρ εἶναι? Diels <πῦρ> Roeper 23 <τὸ> Sext. Ρ. Η. Ι 19ff, Adv. math. VII 197 24 περὶ βραχμάνων τῶν ἐν ἰνδοῖς Ο φιλοσοφουμένη Β 24f φιλοσοφουμένων τις Βραχμᾶνες Usener)

28
Βραχμάναις, οἵ βίον μὲν αὐτάρκη προβάλλονται ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ † ταγαβενὰ πίνοντες.

διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. οὑτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν οὐχ ὁποῖόν τις ὁρᾷ οὐδ᾿ οἷον ἥλιος καὶ πῦρ, ἀλλ’ ἔστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλ᾿ ὁ τῆς γνώσεως, δι᾿ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς. τοῦτο δὲ τὸ φῶς. ὅ φασι λόγον [τὸν θεόν], αὑτοὺς μόνους εἰδέναι λέγουσιν διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος.

οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν δοξάζουσιν, καθὼς προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. οὔτε δὲ γυναῖκες παρ’ αὐτοῖς οὔτε τεκνοῦσιν.

οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπεράσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι· καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται. βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες ἐν [*](1f Megasthenes bei Strabo XV 1, 59 S. 712 ἀπεχομένους ἐμψύχων καὶ ἀφροδισίων (Fr. 41 Schwanbeck, 40 Müller FHG II ρ. 436 a) und Clemens Strom. 60, 1. 2 S. 223, 25 St. — 2 ἀκρόδρυα] vgl. Clemens Sti-om. I 71, 5. 6 S. 45, 26 St.; Strabo XV 1, 60 S. 713 (Fr. 43 Schwanbeck, 41 Müller) — 3 Asketen, Früchten lebend, die von selbst abgefallen sind. Manu VI 21 (Mitteilung ebenso die ächsten Anmerkungen) —5—8 vgl. Deussen, System der Vedânta 2 140, dort angeführt Mundaka Upanisad II 2, 10: «dort (beim leuchtet nicht die Sonne, nicht Mond und Sterne, noch leuchten diese Blitze, viel weniger irdisches Feuer: Ihm, dem glänzenden, glänzt alles nach, Glanze erglánzt alles «. Ähnlich Philo De opif. § 31.32 — 9 ݲc 6. Weber, Ind. Studien IX 473ff; Garbe, âmkhya-Philosophine 103 — 10 10f s. Piatos Apophthegma bei äus XI 507 D ἔσχατον τὸν τῆς φιλοδοξίας χιτῶνα . . . ἀποδυόμεθα, dazu die Pai-allelen bei Casaubonus und Harris, Fragments of Philo S. 7 Fronte S. 144 Naber — 11 Megasthenes Fr. 40 M. ἡδονῆς καὶ πόνου καταφρονοῦντα, ὡς δ᾿ αὔτως ζωῆς καὶ θανάτου Clemens Strom. III 60, 2 — 12 προείπομεν] Ζ. 5?) [*](1 βραχμέναις Β 3 ἐν τῇ γῇ Τ 4 Γάγγου ἐπιπίνοντες Roeper, Γάγγεω ἐμπίνοντες Diele (Bardesanes bei Hier. Adv. lovinianum S. 317 Β Migne: ut vel pomis arborum iuxta Gangem fliiviiim alatitur) 5 οὗτοι Roeper: αὐτοὶ HSS 6 δρᾶ ὁ δ’ ὁποῖον ἥλιος ἢ πῦρ Τ 7f γνώσεως RSS: φύσεως 8 μυστήριον Τ 9 τὸν θεὸν > Diels s. Ζ. 7 ἰδεῖν Roeper Βραχμᾶνες Roeper: βραχμάνας 10 ὅς Roeper: ὅ HSS, ἥ Wolf 12 δοξάζουσι Cedr. (Arrian Anab. VII 3, 3): ὀνομάζουσιν HSS 13 τέκνα εἰσίν Diels 14 διαπερήσαντες L 15 ἐκεῖ συναπομένουσιν? Diels 16 βίον Gronov: βίω HSS)

29
τῇ χώρᾳ, ἐξ ὡνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ γεννῶσιν.

τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσιν, σωματικὸν εἶναι περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ, καθάπερ εἴ τις τὸ ἐκ προβάτων ἔνδυμα φορεῖ, ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὁφθαλμοφανῶς φαίνεσθαι. πόλεμον δὲ εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι καὶ πλῆρες εἶναι πολέμων αὐτοῖς τὸ σῶμα νενομίκασιν, πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν.

πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἶναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ ὀργῆς χαράς λύπης ἐπιθυμίας καὶ τῶν ὁμοίων. μόνος δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον.

διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν, ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι Βραχμᾶνες θεολογοῦσιν, Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος τῆς κατ᾿ αὐτοὺς φιλοσοφίας. ἀποθέμενοι δὲ Βραχμᾶνες τὸ σῶμα ὥσπερ ἐξ ὕδατ·ος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾿ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο.

τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσι διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτοῖς τινα, ἦς καὶ αὐτῆς τέχνης τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ κοὶ ἐκ τούτων τινὲς αἱρέσεις παρεισάγειν ἐτόλμησαν. χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

[*](5—15 die Urteile über Dandainis uud Kalauos nacli Megasthenes bei XV 1, 68 S. 718 uud Arrian VII 2, 3. 4 (Fr. 44. 45 Schw. 42. 43 Μ.) — 8 προδεδηλώκαμεν] S. 27,ff — 8—10 griechisch Beeinfluβt, s, Wendland, Philo Diatribe S. 38—40: Cato S. 44 Jordan XII 1 — 17 vgl. zu S. S, 20 — 18 S. 8, 20 — 20f Dion Chrys. XLTX (32) § 8 — 23 οὐ σιωπήσομεν] IV 51)[*](2 ἀσώματον εἶναι Roeper 3 ἐκ] + τῶν Gronov 4 φορεῖ <ὁρᾶσθαι> <οὐκίτι> ὀ. Roeper 6 καὶ — 7 νενομίκασι > Roeper 6 Roeper 11 δὲ] γε Β 11f δὶς δάμιν μὲν Τ 12 Μάνδανις Strabo, aber s. Roos zu Arrian; Lassen, Ind. Altertumskunde IP 710 A. 2 13 B Καλλάνου (vgl. Usener zu Comm. Lucani p. 104, 19; Diels S. A. B. 1904 S. 108) Diels 14 ἀσεβοῦς TO ἀποστήσαντος Β 17 περὶ δρυίδων τῶν ἐν κελτοῖς Β Ο 18 αἰρέσεως? Diels Ζαμόλξιδος (s. S. 8, 20) Ο: ζαμάλξιδος L: ζαμέτριδος Β 19 Θρᾳκός Gö., doch s. Hermes LXII 200 20 γεγένηται 21 Κελτοὶ] καίτοι 22 αὐτοὶς Ο (Roeper) 24 μαγίαις Ο)
30

Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὔτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν· Διὸς δὲ εἶναι τὰς Μούσας θυ·γατέρας. ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μμημοσύνῃ τοῦ Διός, ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν.

καλέσας οὗν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέστιν ἀπὸ τοῦ Ολύμπου, διδαχθῆναι παρεκάλει,

  • 108 ὡς τὰ πρώτα θεοὶ καὶ γαῖα γένοντο
  • καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου
  • 110 ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
  • 112 ὡς στέφανον δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
  • ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
  • ταῦτά μοι Μοῦσαι, φησίν, ἔσπετ᾿
  • 115 ἐξ ἀρχῆς καὶ ἔπειτα ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν.
  • ἤτοι μὲν γὰρ πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα
  • Γαῖα εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  • ἀθανάτων, οἵ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου,
  • Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης
  • 120 ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι
  • λυσιμελὴς πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
  • δαμνᾶ τ’ ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν.
  • ἐκ Χάεος δ’ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
  • 124 Νυκτὸς δ᾿ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο·
  • 126 Γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  • Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι,
  • [*](1—7 Hesiod, Theog. 52—60 — 8ff)[*](3 ἀδιαλείπτως Τ: > LBO 5 ὑποδεξαμένης HSS, verb. Wolf 8 ὡς τὰ πρῶτα Hesiod 9 ἀπείρητος HSS οἴδματι θύων Hesiod 10 λεπτόεντα LBT, λεπτέοντα Ο, verb. nach Hesiod 11 ὥς τ’ ἄφενος Hesiod ὥς τ’ ἄφενον Hipp, nach Rzacb) δάσαντο HSS 12 εἰ δὲ Ο 13 ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾿ ἔχουσαι Heaioa ἔσπετ’ hh, ἕπετ’ Ο 14 εἴπαθ᾿ ὅτι περ πρῶτον γένετ αὐτῶν HSS des Hesiod 15 ἤτοι μὲν πρώτιστα die HSS des Hesiod, aber ἤτοι μὲν γὰρ πρώτα Sextus Pyrrh. Η. ΙΙΙ 121 χέος Β 17 κάρη Heeiod 18 ἠερόεντα Hesiod εὐρωδίης LBOT 19 ἔρως Β Ο ὅς] ὡς Β 20 δυσιμελὴς Ο τ’ > LO (Klasse ψ des Hesiod) 21 δαμνᾶ τ’ Salvini G. Hermann: δαμνᾶτε HSS, δάμναται HSS des Hesiod στήθησφι Ο, στήθεσσι Hesiod 22 ἐγένετο ΒΟ 24 πρώτη Ο: πρῶτα LB, πρῶτον Hesiod ἐγίνατο Β 25 ἀστερόεντα δύναμιν HSS, verb. nach Hesiod καλύπτειν HSS)
    31
  • ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
  • γείνατο δ᾿ οὔρεα μακρὰ θεὰ χαρίεντας ἐναύλους
  • 130 Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα.
  • ἡ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον,
  • Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα
  • Οὐρανῶ εὐνηθεῖσα τέκ’ Ὠκεανὸν βαθυδίνην
  • Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ᾿ Ἰάπετόν τε
  • 135 Θείαν τε Ῥεῖάν τε Θέμιν τε Μνημοσύνην τε,
  • Φοίβην τε) χρυσοστέφανον Τηθύν τ’ ἐρατεινήν·
  • τοὺς δὲ μεθ’ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  • δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθηρε τοκῆα.
  • 139 γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἠτορ ἔχοντας.
  • καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας. ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.

    Οὗτοι μὲν οὖν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα, καθὼς ἐξεθέμεθα, τῇ αὐτῶν δόξῃ ἐξεῖπον. οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερο2ς ἕτερον μέρος τῆς κτίσεως προδρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

    Τὰς μὲν οὖν τῶν καθ’ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ’ ὦν τάς ἀφορμὰς λαβόντες οἱ αἱρετικοὶ τὰ μετ’ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται πολλοῖς· ἔπειτα ἀκολούθως τά ὑπ᾿ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.

    [*](14 Theog. 453ff — 15—20 Cedr. 284, 6—13 — 18—20 vgl. Röm. I, 25)[*](1 ὄφρ᾿ ἐνὶ Β, ὄφρ᾿ εἴη Hesiod μακάρεσι Β 2 θεὰ Usener: ὅσα HSS, θεῶν Hesiod 3 νυμφαίων HSS νέουσι Β ναίουσιν ἀν’ οὔρεα Hesiod βησήεντα HSS 4 ἠδὲ HSS ἀτούγετοι Β θύων L Β Ο Τ 6 οὖν ᾧ εὐνηθήσα Β 7 ὑπερήοντα ὑπερήον᾿ ἐτ᾿ ἰάπετόν τε Β 8 θία τε ῥείαν LO, θία τ’ ἐρείαν Τ, θεάτ᾿ ἰέρείαν Β 9 τε Hesiod τηθὴν Β ἐρατηνήν LB 10 μεθ’ ὑκρότατος HSS, verb. nach Hesiod, μετ’ ἀκρότατος Gronov ἀγκυλομῆτις HSS 12 γίνατο Β ἦτον Β 13 Γίγαντας] Irrtum, Titanen! 14 ῥήας Β 16 ἐξεῖπον τῇ αὐτῶν δόξῃ Cedr. <ἀκολούθως> τῇ Diels 16f κάτω δὲ τοῦ πάντες χωρ. Cedr. 17 γινομένων Cedr. 20 τοῦτον Ο 23 ἐπεχείρισαν L 2 26 <τοῖς> πολλοῖς Diels, πολλοί Roeper 26, 27 Fehlt ein Part.?)
    32
    [*](Paris. f. 1r)

    . . . παρ᾿ αὐτοῖς ἐστι κατὰ (τοὺς πίνακας δι)αφ(ωνία. δ᾿) ἀστέρας λέγουσιν, ὅ(ταν μέσ)ο(ι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ) ζῳδίων, οἷον ἐὰν τοῦ αὐτοῦ (ζῳδίου ὁ μέν τις ἀστὴρ τὰς πρώτας ἐ)πέ(χῃ μοίρας,) ὁ δὲ <τὰς τελευταίας, ὁ δὲ> δορυ)φορ(εῖσθαι λέγεται ὁ ἐν) μέσῳ (ὑπὸ) τῶν τὰς ἐπ᾿ ἐπεχό(ντων) μοίρας.

    (ἐπιβλέπειν δὲ λ)έγονται ἀλλήλ(ους) καὶ ἀλλήλοι(ς ὡς οἱ φ)αι(νόμενοι. καὶ) συσχηματίζοντες ἐπιθεωροῦσι δὲ ἀλλήλους οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ) δυεῖν. κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά(σχει καὶ τοῖς ὑποκει)μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς [*](3—11 δυεῖν Sext. Emp. Adv. inath. V 37—39 S. 734, 21—31 31 voraus: ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ ἐν οἶς ἕκαστος τῶν ἀστέρων ἀπὸ ποστῆς μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται· περὶ ὦν οὐχ ἡ τυχοῦσα παρ’ αὐτοῖς ἐστι vgl. Hipp. V 13, 10 — 8 ἐπιβλέπειν — S. 33, 1 ἐπίγεια Hipp. V 13, 10. 11 (im Apparat Η) — 11 ὃν τρόπον τῇ κεφαλῇ — S. 33, 2 ἕνωσιν Sext. a. a. Ο. § 44 S. 735, 25—28—) [*](3 hier beginnt Ρ, s. Vorrede. Viele Buchstaben sind zu Anfang verblaBt, aber Sextus, der wörtlich ausgeschrieben ist, ermöglicht die Ergänzung. bemerkt ist, entsprechen die in () gesetzten Ergänzungen der Zahl der nicht Buchstaben, wobei ich mit den üblichen Abkürzungen rechne ἐστὶ] + Sext. 5 ἐὰν Sext.: ἀντὶ Ρ 5f στὴρ τὰς πρώ in Resten wohl kenntlich Ρ 5 ὃς μὲν Sext. Gö. 6 ὃς δὲ Sext. Gö. ὁ δὲ We. (weil an der mittleren ὁ Τε hat): ὃς δὲ Sext. Miller 9 ὡς οἱ κατὰ τρίγωνον ἢ τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν Sext. Gö., οἱ κατὰ συσχηματίζονται ἐπιθεωροῦντες Η, ὡς οἱ φαινόμενοι καὶ gibt Miller als Text von Ρ; da αι in φαινόμενοι und καὶ mir leidlich kenntlich scheint und für Miller leicht noch mehr kenntlich gewesen sein kann, bin ich ihm gefolgt, und habe nicht gewagt, nach Η zu supplieren. Hipp, scheint beide Male seine Vorlage verstümmelt zu haben συσχηματίζοντες Ρ συ verlesen aus οὖν der συσχηματίζονται Η, σχηματίζονται Sext. Gö. 9f ἐπιθεωροῦντες ἀστέρες ἐπὶ H, ἐπιθεωροῦσιν ἀλλήλοι·ς ἀστέρες οἱ ἐπὶ Sext. 11 διάλειμμα Ρ (τὰ — διαλείμματα Η): διάστημα Sext. οἱ Sext.: εἰ nach Miller (unsichere > Η δυεῖν auch Sext. Eine Ergänzung nach Sext. wie <ὃν κεφαλῇ ist eigentlich durch οὕτω καὶ gefordert, aber Η ist ähnlich verstümmelt 12 συμπάσχη HSS des Sext. ἡ κεφαλή Sext. Η: ἐν κεφαλῆ Ρ)

    33
    ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλά τίς ἐστιν τούτων διαφορὰ καὶ <ἀ>συμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.

    Τούτοις χρησάμενοι Εὐφράτης ὁ Περ(ατικὸς) καὶ Ἀκεμβὴς ὁ Καρύσιος καὶ ὁ λοιπὸς τούτων χορὸς τῷ λόγῳ (τῷ) τῆς ἀληθείας ἐπονομάσαντες αἰώνων στάσιν καὶ ἀπόστασιν ἀγαθ(ῶν) δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα· ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν.

    νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τὰ τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν μάθησιν, οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι᾿ ὀλίγων παραθεῖναι, ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξαφανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια ἢ ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐ(π)έχομεν, ἀλλ᾿ ἐκ τῆς τῶν πρακτικῶν λόγων (γνώ)σεως.