Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν χρησάμενοι παραδείφματι τοιούτῳ· ὄτι ὢσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη, κἄν τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν ἀεὶ φθείρεται, ἐπισκευαζομένων <δὲ> καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει.

τὸν δὲ θεὸν οἱ μὲν ἔνα αὐτὸν αὐτὸν εἴπεῖν ἀγένητον καὶ ἄφθαρτον, ὡς λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων« — οὔτως ἴνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται —,

οἱ δὲ καὶ πολλοὺς ἀορίστους, ὂταν λέγῃ· θεοὶ θεῶν, ὡς ἐγὼ δημιουργός τε καὶ πατήρ«· οἱ δὲ καὶ ὡρισμένους, ὂταν λέγῃ·

ὁ μὲν δὴ μέγας ἐν αὐρανῷ Ζεὺς πτηνὸν ἄρμα ἐλαύνων‘, καὶ ὂταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεοὺς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι, πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν [*](2 — 4 Cedrenue 279, 17 — 19 τὴν δὲ ὕλην σύγχρονον τῷ θεῷ καὶ τὸν κόσμον ἀγένητον λέγει τ. κόσμον hinter λέγει Paris.). ἐκ γὰρ τῆς ὔλης συν. - ἄφθαρτον — 3f vgl. S. 21, 10, AlbimisS S. 157, 28 τοῦ ἀγενήτου καὶ ἀφθάρτου ὄντος — 7 über dies und ähnliche Schulbeispiele vom Schiff (Plut. Theseus 23) und vom Meere s. Sokolowski, Sachbegriff und örper . . . . Halle 1902 S. 36 ff 505ff — f Cedrenus 279, 10–12 — 13 Plato, Gesetze IV p. 7 1.5 Ε — 15-S. 21, 1 Cedr. 279 8 αὐτὸς ἀποφαίνεται καὶ ἄλλους ἀορίστους θεούς,μ ὂταν - εἶναι — 16 u. S. 21, 1 Plato, Α — 17 Plato, Phaidros Ε — 18 vgl. Plato, Timaios 40 Ε) [*](1 πιότητας Τ 2 ταύτῃ (s. Ζ. 5) ö.: ταύτην HSS, > Cedr. 3 HSS ebenso Ζ. 4. 12 αὐτῆς Roeper: αὐτοῦ HSS, τῆς ὒλης Cedr. 4 ἀκολουθεῖ Cedr. 5 ταύτην Τ, vgl. Ζ. 2 6 ἀμφοτέρως Τ 10 μὲν ἀεὶ üsener: μένει καὶ HSS, μὲν Roeper, μὲν εἰ καὶ Gö. φθείροντα Τ ἐπισκιαζομένων L B <δὲ> Roeper οὐ Β δὴ] δὲ Gronov 14 ὄντων Τ Cedr. (Plato): > LBO IG Cedr.: ἀορίστως HSS θεοὶ Cedr. (Plato): θεὸς HSS, zum Platotext s. Rawack. De Piatonis Timaeo, Berlin 1888 p. 15ff ὦν Cedr. (Plato): > HSS 17 δὲ καὶ ὡρ. φάσκων Cedr. μέγας] + ἡγεμὼν Plato, doch s. Diels 18 πτηνῶν Β πτηνὸν auch Τ) γενεαλογεῖται Ο τοὺς > Ο 19 f συστήσας δὲ ἔνα θεὸν εἰσάγει καὶ θεοὺς γενητοὺς καὶ διὰ μὲν τοῦ γεγ. αὐτοὺς πάντως ἀν. ἔχει καὶ φθαρῆναι Cedr. 19 αὐτοὺς L 1 O, οὐν Τ γεννῆσθαι Ο)

21
βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾠ προσθεὶς λέγει· »θεοὶ θεῶν, ὦν ἐγὼ σημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος«, ὡς ἄν, εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα.

δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναί φησιν αὐτῶν, τοὺς δὲ φαύλους.5

Καὶ τὴν ψυχὴν οἱ μέν φασιν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὂταν λέγῃ· ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀιθάντον·« καὶ ὂταν αὐτοκίνητον αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως· οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν· οἱ δὲ σύνθετον καὶ γεγνητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν ἀνάγκην ὲχειν φθαρῆναι.

οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες μάλιστα ἐκείνοις ἰσχυρίζονται, <ἐν> ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτὴν ἐν Ἂιδου δικαστήραι, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν.