Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τινὲς μὲν οὖν φασι καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστην καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι εἰς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως.

οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ' ἀξίαν ἑκάστην, καὶ χρῶνται μαρτυρίῳ, ὂτι φησὶ μετὰ Διός τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας τῶν ἀγαθῶν ἀνδρῶν, [*](3–20 Cedr. 280, 15–281,5 ὁ αὐτὸς παραδέχεται καὶ φύσεις τοὺς μὲν αὐτῶν ἀγ. εἶναι τοὺς δὲ φ. καὶ τὴν ψυχὴν ποτὲ μὲν ἄφθ. καὶ ἀγέννητον ὅταν λέγῃ -τῶν ἄλλων θεῶν — 6 Plato, Phaidros 245 C vgl, Albinus 5 S. 157,25 τὸ άεικίντον αὐτοκίνητον 25 S. 178, 12–15 — 9 Plato, Timaios 41 D — 19 f Phaidros 250 Β) [*](1 ἀθανάτους] + πάλιν Cedr. θεὸς HSS, s. S. 20, 16 2 ρὔλυτα 0, zum Platotext s. Rawack a. a. 0. S. 17 ff γε μὴ ἐθέλοντος Plato 4 παραδέχεται Cedr. 5 αὐτὸν Wolf: αὐτῶν HSS ἀγέννητον Β 6 ἀεικίνητον καὶ ἀθάνατον, ποιὲ δὲ γεννητὴν καὶ ἄφθατον διὰ Cedr. 8 οἱ δὲ] ἄλλοτε Cedr. 9 φθαρτὴν] + καὶ πάλιν ἀθάνατον (s. Ζ. 1), dann Ζ. 12 καὶ κρίσιν φησὶν εἶναι μετὰ τὴν τελ. καὶ ἐν ᾄδου δικαστήριον κτε. Cedr. ὑποτίθεσθαι LBOT: ὑποτίθεται Gronov 10 πᾶν > Β ἔχειν] εἶναι Τ 11 ἐκεῖνοι — 12 ὅσοι HSS, verb. Roeper (<ἐν> 12 φησὶν Cedr. (Roeper): φασὶν HSS με ra] + τὴν Cedr. 14 τῶν ἀκολ. Cedr. 14f ὁ αὐτὸς καὶ μετενσμάτωσιν ψυχ·ῶν δογματίζει καὶ Cedr. 15 μεταβάλλειν Ο 15 f ὡρισμένας οὔσας ἄλλας > Cedr. ed. Bekker ἄλλας in dem Paris.) 16 καὶ Β ἑκάστην Diels ivgl. Phaidon ρ. 118 D κατ' ἀξίαν ἒκαστος): ἑκάστη HSS Parisini des Cedr., ἑκάστης Cedr. ed. Bekker 18 οἱ δὲ — 19 μαρτθρίῳ > 19 ἐκάστη HSS, s. zu Ζ. 16 φησὶ Wolf: φασὶ HSS)

22
τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι.

Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων· ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα, καὶ ὅσα τοιαῦτα· ἔμμεσα δὲ οἶον ἀγαθὰ καὶ κακά· καὶ μέσα οἶον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα.

ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·

εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς, τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἶον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ' ὑπερβολὴν καὶ μείωσιν, οἶον τῇ μὲν φρονήσει ἀφρο- σύνην κατὰ μείωσιν, πανουργίαν δὲ καθ' ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ’ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ’ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ’ ὑπερβολήν. ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν.

τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.

λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. τὰς δὲ [*](6–9 Stob. II 55,11 — 13W.; Albinus 27 S. ISO, 8–11 ; vgl. Divisiones Aristoteleae S. 1 M.; Apul. II 10 –9 —12 Albinus 30 S. 184, 10–15; Apul. II 5; Frachter XLI 600, Quelle Ariet. Nik. Ethik II 6 p. 1107a, διὸ κατὰ μὲν τὴν οὐσίαν . . . μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης — 11 fiF vgl. deu Αbriß peripatetischer Ethik bei Stob. Π 137, 24. 140, 18ff — 17f Albinus S. 183, 24 — 20–22 Theätet 176 B; Albinus 28 S. 181, 16–21; Stob. II 49, 9W. Albinus 29 S. 183, 14; Apul. II 5 S. 108, 5 imimodam 6 S. 108, 22 — 24–S. 23, 2 Albinus 30 S. 183, 22 — 24 ἀλλ’ οὐδὲ συνέπονται αἱ κακίαι ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν, vgl. Apul. Ι 6 S. 108, 20. 21 (Strache S. 97)) [*](1 αἰωνίοις Miller: αἰωνίαις L Β, αἰωνιαίως Ο 2 τὸν > Ο 6 τι) τι Τ 7 οὐκ ἔστι Τ 10 φασίν HSS, verb. Wolf 10 τιμ. — 11 ἀρετῆς nach Ζ. 10 φησίν Cruize 11 μὲν > Cruize 12 φασὶν HSS, verb. Roepcr Ι ἀφροσύνη LB 16 ἀκολασία Β 16 δικαιοσύνη — 17 τῇ δὲ > Β 16f δικαιοσύνῃ πλεονεξίαν Τ 18 θρασύτητα Β: σκαιότητα, θράσος übergeschr. L, θράσος Ο 21 ὄσιός τις L 23 ἀλλήλους Β 24 ἀλλήλοις Β)

23
κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις.