Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius, Kirchengeschichte, Bidez, Hinrich, 1913

3. Ὅτι Οὐάλης, φησίν, ἐκ τῶν Ἰλλυριῶν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶχεν συντρέχουσαν ὁ Εὐδόξιος. ἀλλὰ καὶ Εὐζωΐῳ παρῆν ὁ αὐτὸς καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο. οὐρανοβάτας ἐπ' ἐκκλησίας εἰρωνευόμενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφι,λον ἐξυβρίζων, ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ’ αὐτῶν ἀπερρίπτει καὶ ἐπ' ἐκκλησίας· »ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς μέντοι αὐτοὺς λέγω.«

[*](4 f s. ob. S. 36, 31 fl — 8 11 Tim. 3, 8 — 12 vgl. Sozomen. VI 7, 9. Theodoret H. E. IV 12, 4. Gregor. Nyss. C. Eunom. I PG 45, 288 D — 18 f vgl. Epiphan. Haeres. 76 PG 42, 549 B. Basil. G. Eanom. 1 12 f. Gregor. Nazianz. Orat. XXVIl 9 — 19 vgl. Gregor. Nyss. ebd. 26 A 3 — 23 f vgl. Act. 24, 5. Prov. 22, 10 u. oft im AT)[*](1 Titel rot geschrieben B Ι 8 ἰαμβρὴν, ὴν aus ῆν corr., B Ι 14 ὁ αὐτὸς] ὡσαύτως Val. Ι 17 ἐκείνων aus ἐκεῖνον corr. B Ι 18 ὑπερήσπισεν Bochart οὐρανοβάτας Val. ὀυνοβάστασ ob mit Wortspiel (ἀέτιος — ἀετός) ? ? vgl. Epipb. Basil. Greg. Naz. u. unt. S. 126, 12 Ι 19 αἰθιόπόν τε sie B, ich corrigiere ἐξυβρίζειν ed. Ι 22 λέγω Val., wohl möglich; vgl. z. B. Anm. zu S. 117, 9 u. 113,2)
117

4. Ὄτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ [*](Phot.) Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλωρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους λόγοις δεξιούμενος· δῶρον δ’ ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ’ αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ᾿ αὐτῶν ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.