Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius, Kirchengeschichte, Bidez, Hinrich, 1913

1. Ὅτι τῷ φιλοστοργίῳ ὁ ἔννατος λόγος Ἀετίου χειρῶν ὑπερφυῆ ἔργα Εὐνομίου τε καὶ Λεοντίου διαπλάττει· κα δὴ καὶ Κανδίδου καὶ Εὐαγρίου καὶ Ἀρριανοῦ καὶ φλωρεντίου καὶ μάλιστά γε Θεοφίλου τοῦ Ἰδοῦ, καί τινων ἄλλων οὓς ὴ οὐτὴ τῆς ἀσεβείας λύσσα θερμο- τέρους ἐπεδείκνυ. καὶ ταῦτα κατὰ τὸ ἀπιθανώτατον άναπλάττοντι οὐδεμία παρῆν αἴσθησις τῆς ἀτοπίας ἀνακουφίζουσα.

2. Ὅτι Μωσῆς, φησίν, τοὺς περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν ἐν ἕλκεσι κολασάμενος, καὶ τὴν θατέρου τούτων μητέρα τῷ θανάτῳ παρε- πέμψατο.